# Commentarii ad Homeri Iliadem 1.68

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.68

Οἰδίποδος κακῶν ἡ τῶν Θηβαίων πᾶσα γῆ. ὁ δὲ Λοκρὸς Αἴας ἐν τῷ ἐκ Τροίας ἀπόπλῳ τὴν Ἀθηνᾶν ἐρεθίσας εἰς πάντας Ἀχαιοὺς ἐσκέδασε τὸ κακόν. ἐνταῦθα δὲ σημείωσαι καὶ τὸν ἀνισασμὸν τὸν κατά τινα οἷον ἀντίδοσιν καὶ ἀντιπάθειαν. οὐ γὰρ μόνον ἡ γῆ τῶν Φρυγῶν διὰ Ἑλληνίδα γυναῖκα τὴν Ἑλένην πάσχει κακῶς, ἀλλὰ καὶ Ἕλληνες διὰ γυναῖκας Φρυγίας, τὴν Χρυσηΐδα καὶ τὴν Βρισηΐδα, παραπολοῦνται λοιμῷ. (v. 50) Ὅτι οὐρῆας τοὺς ἡμιόνους λέγει ἢ παρὰ τὸ ὄρος ὀρέας καὶ Ἰωνικῶς οὐρῆας· ἐπεὶ τὰ ἐν ὄρεσιν ἔργα, ὡς καὶ ἐν τῇ τοῦ Πατρόκλου ταφῇ δηλωθήσεται, διὰ τῶν τοιούτων ζῴων ἐξετελοῦντο διαφερόντως, φασίν, ἰσχυόντων ἐκεῖ, ὡς ταλαεργῶν ὄντων καὶ ἀχθοφόρων· ἢ παρὰ τὸν οὖρον, ὃ δηλοῖ τὸν ἄνεμον· τοῦτο δὲ διὰ τὸ ἄγονον τῶν τοιούτων ζῴων καὶ τὸ τοῦ σπερματικοῦ πνεύματος ἄκαρπον καὶ ὥσπερ ἀνεμιαῖον. διὸ καὶ τὰ ἐν τοῖς ᾠοῖς ἄκαρπα διὰ τὴν τοιαύτην αἰτίαν οὔρια ἡ κοινὴ λέγει συνήθεια. [ὡς δὲ οὐρῆες καθ' ὁμωνυμίαν καὶ οἱ φύλακές ποτε λέγονται, φανεῖταί που ἐν τοῖς ἑξῆς. ὅρα δὲ ὅτι πρὸ τούτων πληθυντικῶς εἰπὼν τὰ πρῶτα, ἑνικῶς ἐνταῦθα λέγει πρῶτον Ἀττικῷ σχήματι. τὸ δέ «οὐρῆας ἐπῴχετο» χρήσιμον ἐν τοῖς ἑξῆς εἰς τὸ «ἱστὸν ἐποιχομένην». Ἰστέον δὲ ὅτι ἐν τῷ «οὐρῆας καὶ κύνας ἀργούς» οἱ μὲν ἀργούς φασι κατ' ἀντίφρασιν τοὺς ταχεῖς θέειν, ἕτεροι δὲ τοὺς ἀληθῶς ἀργούς, ὁποίους τραπεζῆας ἀγλαΐης ἕνεκεν κομέουσιν ἄνακτες, ἄλλοι δὲ τούς, ὡς προεγράφη, λευκοὺς καὶ ὡς εἰπεῖν ἀργεννούς, ἐξ ὧν τὸ Ἀθήνῃσι Κυνόσαργες σύγκειται, ὡς ἑτέρωθι φανεῖται.] (v. 52) Ὅτι βάλλειν παρὰ τῷ ποιητῇ ὡς ἐπὶ πολὺ τὸ μηκόθεν ἀφιέντα βέλος τυγχάνειν τοῦ σκοποῦ. ἄλλως μέντοι ἀφιείς τις καὶ μὴ ἐπιτυγχάνων οὐκ ἄν ποτε κυρίως βάλλειν λεχθείη. βάλλειν γὰρ ἁπλῶς τὸ ἐπιτυγχάνειν. ὅθεν καὶ ἐπήβολος ὁ ἐπιτυχὴς λογισμοῦ καὶ βουλή, ὡσανεὶ βολή, ἡ ἐπιτυχὴς σκέψις· καὶ τὸ «ναῦς δὲ ἐπέβαλεν εἰς Φηράς» ἀντὶ τοῦ ἐπιτυχῶς ἀπῆλθε. φησὶν οὖν καὶ ὧδε Ὅμηρος, ὅτι βέλος ἐχεπευκὲς ἐφιεὶς ὁ Ἀπόλλων ἔβαλλεν ἤτοι ἐπετύγχανεν. [Ἔστι δὲ τρόπου ἐτυμολογικοῦ τὸ βέλος βάλλε. διφορεῖσθαι δὲ δοκεῖ τὸ βάλλειν, οὗ τὸ μὲν κοινῶς ῥητὸν διὰ τοῦ α, τὸ δὲ σιγηλῶς νοητὸν βέλλειν, ἀφ' οὗ καὶ τὸ βέλεμνον καὶ τὸ βέλος καὶ ἡ βολή. ὡς δὲ τριχῶς τὸ βάλλειν, ὡμολόγηται. σημαίνει γὰρ τὸ ἐπιτυγχάνειν, τὸ ῥίπτειν, τὸ τιθέναι.] (v. 51) Ἐχεπευκὲς δὲ τὸ οἷον ἔχον τι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
