# Commentarii ad Homeri Iliadem 1.71

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.71

κίχω κιχείω, ἔρω ἐρείω, τὸ ἐρωτῶ, ὡς τὸ «μάντιν ἐρείομεν». [διασαφητικὸν δέ ἐστιν ἐν τοῖς ῥηθεῖσι τοῦ αἰεὶ τὸ θαμειαί.] (v. 53) Ὅτι ἐπιρρηματικὸν ὄνομα τὸ ἐννῆμαρ καὶ δηλοῖ τὸ ἐννέα ἤματα ἤγουν ἡμέρας. οὕτω δὲ καὶ τὸ αὐτῆμαρ ἀντὶ τοῦ αὐθημερόν, τῷ αὐτῷ ἤματι, [ἐξ οὗ ἤγουν τοῦ αὐθημερὸν καὶ σοφὸς αὐθημερινὸς ὁ ὡς εἰπεῖν αὐτοσχέδιος. ὅμοιον δὲ πρὸς τὸ ἐννῆμαρ καὶ αὐτῆμαρ καὶ τὸ «ποσσῆμαρ μέμονας» ἤγουν ἐπὶ πόσας ἡμέρας, ὃ ἐν τῇ ωʹ ῥαψῳδίᾳ κεῖται.] καὶ ἄλλα δέ εἰσι τοιαῦτα. Ὅρα δὲ ὅτι εἰπὼν ὁ ποιητής «ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο», ἐπήγαγε «τῇ δεκάτῃ δὲ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς». ἠδύνατο μὲν γὰρ εἰπεῖν «τῷ δεκάτῳ δέ» δηλαδὴ ἤματι συνεκάλεσε τὸν λαόν. οὐκ ἠθέλησε δὲ οὕτως εἰπεῖν οὐδὲ ἔλαβε τὸ ἐννῆμαρ ἀντὶ τοῦ ἐννέα ἤματα, ἀλλ' ἀντὶ τοῦ ἐννέα ἡμέρας διὰ τὸ ταὐτὸν εἶναι ἦμαρ καὶ ἡμέραν. καὶ ἐσχημάτισε καινοπρεπέστερον καὶ ἀπὸ τοῦ ἤματος οὐδετέρου ὀνόματος ἀνέπαυσε τὴν σύνταξιν εἰς θηλυκὸν ἰσοδύναμον εἰπών «τῇ δεκάτῃ δὲ ἡμέρᾳ». τοιοῦτόν τι σχηματίσει καὶ ἐν τοῖς ἑξῆς, ὅτε εἴπῃ «ἔθνεα πολλὰ ὀρνίθων ἀγαλλόμεναι πτερύγεσιν». οὐδέτερον μὲν γὰρ τὸ ἔθνεα καὶ δηλοῖ τὰς ἀγέλας, θηλυκὸν δὲ τὸ ἀγαλλόμεναι, οὐκ ἀποδοθὲν πρὸς τὸ ἔθνεα, ἀλλὰ πρὸς τὸ νοούμενον δι' αὐτοῦ, ὅπερ εἰσὶν ἀγέλαι. [εἰπεῖν δὲ κατὰ τοὺς παλαιούς, συνταχθὲν οὐ πρὸς τὸ ῥητόν, ἀλλὰ πρὸς τὸ νοητόν. Ἰστέον δὲ ὅτι τὸ «ᾤχετο κῆλα θεοῖο» πάνυ καιρίως ἔχει τοῦ ῥήματος. οὐκ ἔστι γὰρ ἐν αὐτῷ λέξιν εὑρέσθαι καιριωτέραν τοῦ ᾤχετο. τοιοῦτον καὶ τὸ «οὐρῆας ἐπῴχετο» καὶ πρὸ αὐτοῦ τὸ «ἱστὸν ἐποιχομένην». τὸ δὲ καλέσσατο οὐ κοινόν, ὡς τὸ ἐκάλεσεν, ἀλλὰ Ἀττικόν, ὡς καὶ τὸ «καλοῦμαι Στρεψιάδην» παρὰ τῷ Κωμικῷ.] (v. 54) Ὅτι πολλάκις ἄλλα μέρη λόγου ἀντὶ ἄλλων λαμβάνονται διὰ τὴν πρὸς ἄλληλα συγγένειαν, οἷον ἀπαρέμφατα ἀντὶ ὀνομάτων, ὡς ἐν τῷ «περίεστε μὲν τῇ βουλῇ, περὶ δ' ἐστὲ μάχεσθαι» ἤγουν περίεστε δὲ καὶ ὑπερέχετε καὶ ἐν τῇ μάχῃ. λαμβάνονται δὲ καὶ μετοχαὶ ἀντὶ ὀνομάτων, ὡς ὅτε τὴν τοῦ δεῖνός φαμεν ἐρωμένην ἀντὶ τοῦ γυναῖκα καὶ νόσον οὐλομένην τὴν ὀλεθρίαν. καὶ ὀνόματα ἀντὶ ἐπιρρημάτων, ὡς τὸ πλατὺ χαίνειν ἀντὶ τοῦ πλατέως καὶ ὠκὺ βαδίζειν ἀντὶ τοῦ ταχέως. καὶ ἀντωνυμίαι δὲ ἀντὶ ἐπιρρημάτων, ὡς τὸ ἄλλῃ ἀντὶ τοῦ ἀλλαχοῦ καὶ ταύτῃ ἀντὶ τοῦ οὕτω.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
