# Commentarii ad Homeri Iliadem 1.740

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.740

κανονικῶς γὰρ αὐτὸ γίνεται, ὡς τῆς τρίτης συλλαβῆς ἀπὸ δασέος ἀντιστοίχου ἀρχομένου τοῦ χῖ. οὕτω δὲ καὶ τὸ ἔλαφος γεγονὸς παρὰ τὸ ἑλεῖν ὄφεις ψιλοῦται κατὰ τὴν ἀρχὴν διὰ τὸ φῖ κατάρχον τῆς τρίτης συλλαβῆς. δῆλον δέ, ὡς καὶ αὐτὴ καὶ παρὰ τὸ ἐλᾶν ὄφεις γίνεται.] Σέβεσθε δὲ ἀντὶ τοῦ αἰδεῖσθε ἢ καὶ ἐκπλήττεσθε, ἐφ' οἷς δηλαδὴ ποιεῖτε. οὔπω γὰρ ἐπὶ τιμῆς τότε ἡ λέξις ἔκειτο. ὅθεν καὶ σέβας ἡ ἔκπληξις ἔν τε ἄλλοις καὶ ἐν τῷ «σέβας μ' ἔχει εἰσορόωντα». (v. 243—6) Ὅτι τοὺς Ἕλληνας ἀργοὺς ἑστῶτας καὶ τεθηπότας σκώπτει ὁ βασιλεὺς νεβροῖς εἰκάζων αὐτούς, αἳ μακρὰ δραμοῦσαι καὶ καμοῦσαι ἵστανται ἔκθαμβοι. φησὶ γάρ· «τίφθ' οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, αἵ τ' ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι ἑστᾶσιν, οὐδ' ἄρα τί σφιν μετὰ φρεσὶ γίνεται ἀλκή· ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε». πάνυ δὲ ἐπιτυχὴς ἡ παραβολή. τοιοῦτον γὰρ κατὰ φυσικὴν ἰδιότητα ἡ νεβρός. καὶ ὅρα, ὅπως καὶ τὴν διάθεσιν τῶν Ἑλλήνων, τὴν κατὰ τὸ σχῆμα καὶ τὸ εἶδος, διεζωγράφησεν ὁ ποιητὴς πλάσας ἵστασθαι τοὺς Ἀχαιοὺς τεθαμβημένους, ὡς εἰκός, ἐπὶ τοῖς γινομένοις, ὃ καὶ οἱ Ὁμηρικοὶ πάσχουσιν ἀκροαταὶ διὰ τὸ τῶν ἀκουσμάτων παράδοξον. (v. 243) Ἔστι δὲ [τὸ μέν «τίφθ' οὕτως» ἀντιστοιχούμενον ἐκ τοῦ τίπτε δύο

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
