# Commentarii ad Homeri Iliadem 1.744

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.744

ἡ δὲ μεταφορὰ ἐκ τοῦ τὰ κρέα μερίζοντος δαιτροῦ. Ἐν δὲ τῷ «σὸν δὲ πλεῖον δέπας» ὁ δε σύνδεσμος ὁ αὐτός ἐστι τῷ δη ἢ τῷ ἀλλα. Τὸ δὲ πλεῖον τὸ γέμον δηλοῖ τὸ παρὰ τοῖς ὕστερον ἔμπλεων, ὃ παρ' ἐκείνοις μὲν ἐκτείνεται Ἀττικῶς, παρὰ δὲ τοῖς παλαιοῖς συστέλλεται κοινότερον. (v. 266 s.) Ὅτι ὁ τὸ ὑποσχεθὲν ἐκπληρώσειν κατατιθέμενος εἴποι ἂν τὸ τοῦ Ἰδομενέως· «μάλα τοι», ὅ ἐστί σοι, «ἐγὼν ἐρίηρος ἑταῖρος ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα». Τὸ δὲ ὑπέστην καὶ νῦν ἀντὶ τοῦ ὑπεσχόμην, ἀνεδεξάμην, ἐκ μεταφορᾶς κίονος ὑποκάτω στάντος καὶ ἀνέχοντος τὰ ἐπικείμενα. δοκεῖ δὲ καὶ διασαφητικὸν τοῦ ὑπέστην εἶναι τὸ κατένευσα. [Ἰστέον δέ, ὅτι ἐρίηρος ἑταῖρος οὐ μόνον ὁ ἄγαν ἐράσμιος, ἀλλὰ καὶ μάλιστα ὁ ἄγαν ἀραρὼς καὶ ἡρμοσμένος τῷ φίλῳ καὶ μὴ δυαζόμενος.] (v. 268) Ὅτι σπευστικὸν εἰς μάχην τὸ «ἀλλ' ἄλλους ὄτρυνε, ὄφρα τάχιστα μαχώμεθα». (v. 269) Ὅτι τὸ παραβῆναι ὅρκους φθάσας εἰπεῖν δηλήσασθαι καὶ πημᾶναι καὶ καταπατῆσαι τὸ αὐτὸ καὶ συγχέαι φησὶν ἐν τῷ «ἐπεὶ σύν γε ὅρκια ἔχευαν Τρῶες». οὕτω πλούσιος καὶ λέξεσιν ὁ ποιητής. εἴληπται δὲ ἡ λέξις ἐκ μεταφορᾶς τῶν πρῴην μὲν εὐκρινῶς ἐχόντων εἶτα συνταραχθέντων, ὁποῖα καὶ τὰ χαλώμενα καὶ καταπατούμενα καὶ συμφυρόμενα καὶ πτυρόμενα. (v. 270 s.) Ἀπειλὴ κατὰ ἐπιόρκων τὸ «τοῖσι δ' αὖ θάνατος καὶ κήδε' ὀπίσσω ἔσσεται, ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο», τουτέστιν, ὡς προσεχῶς ἐρρέθη, συνέχευαν. (v. 272) Ὅτι χαρμοσύνου ἀπελεύσεως φραστικὸν τὸ «ὣς ἔφατο, ὃ δὲ παρῴχετο γηθόσυνος κῆρ». (v. 273) Ὅτι ὁμοῦ τάσσει ὡς ἐπὶ πολὺ τοὺς δύο Αἴαντας ὁ ποιητής, ὡς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἴρηται, οὐ μόνον διὰ τὴν ὁμωνυμίαν, ἀλλὰ καὶ διότι ὁ μικρὸς ἐδέετο τοῦ μεγάλου, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. σημείωσαι δὲ καί, ὅτι παρεμφαίνων ὁ ποιητὴς τὸ παροιμιῶδες, ὡς ἄρα εἷς ἀνὴρ οὐδεὶς ἀνήρ, ἑκάστῳ τῶν Ἑλληνικῶν στρατηγῶν παραζευγνύει τινὰ ἢ ὁμοεθνῆ ἢ καὶ ἑτεροῖον, οἷον τῷ ἐκ Κρήτης Ἰδομενεῖ τὸν Μηριόνην, Κρῆτα καὶ αὐτὸν ὄντα, ὡς καὶ τῷ Διομήδει τὸν Σθένελον, —Ἀργεῖοι γὰρ ἄμφω—τῷ δὲ μεγάλῳ Αἴαντι τὸν μικρόν, οὐ τῆς αὐτῆς ὄντα πατρίδος, τῷ δὲ Ἀττικῷ Μενεσθεῖ οὐχ' ὑποτάσσει, ἀλλ' ἐγγύς που συμπαρατάσσει Ὀδυσσέα τὸν Ἰθακήσιον, τῷ μέντοι γεραιτάτῳ Νέστορι οὐχ' ἕνα τινά, πολλοὺς δὲ ὑποστρατήγους δίδωσι. πέντε γὰρ ταξίαρχοι τὸν ἐκείνου ἀναπληροῦσι τόπον ἀπομάχου διὰ τὸ γῆρας ὄντος. μόλις γὰρ καὶ οἱ τοσοῦτοι τὸ τοῦ Νέστορος ἀναπληρώσουσιν ἔλλειμμα. ἃ γὰρ ἐκεῖνος ὁ εἷς ἐποίησεν ἂν τὸ τῆς νεότητος ἔχων ἄνθος, αὐτοὶ ῥᾳδίως οὐκ ἂν συντελέσωσι. Σημείωσαι δὲ καί, ὅτι μονοειδές τι ποιήσας ἐνταῦθα ἐπὶ Ἰδομενέως καὶ Διομήδους—ἀμφοτέροις γάρ, ὡς εἴρηται, ὁμοπάτριδες ὑποστράτηγοι ὁ Μηριόνης καὶ ὁ Σθένελος—οὐκ ἐγγὺς αὐτοὺς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
