# Commentarii ad Homeri Iliadem 1.75

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.75

ἐγένοντο» περιφράζων τὸ ἤγερθεν καὶ οἱονεὶ λέγων ὅτι ταὐτόν ἐστιν ἤγερθεν εἰπεῖν ἐν μιᾷ λέξει καὶ ὁμηγερέες, ἤγουν ὁμοῦ ἀγηγερμένοι ἐγένοντο. (v. 58) Ὅτι ἀναστὰς ὁ Ἀχιλλεὺς δημηγορεῖ. οὕτω δὲ ἦν ἔθος τοῖς παλαιοῖς κἂν βασιλεῖς ἦσαν, ὡς ἂν ἔχοιεν τοὺς κύκλῳ ἐπιστρέφειν καὶ ὑπὸ πάντων ἐπίσης ἀκούεσθαι. εἰ δέ ποτέ τις καθήμενος ἐδημηγόρησε, καινὸν τὸ πρᾶγμα ἐδόκει καὶ ὁ τοῦτο ποιῶν παραιτήσεως ἐδέετο, καθά που ὁ Ἀγαμέμνων ποιήσει, ὅτε διὰ τὸ τετραυματίσθαι αὐτόθεν ἐξ ἕδρης διαλέγεται. καὶ ἐνταῦθα δὲ σημείωσαι, ὅτι σχῆμά ἐστι τὸ λεγόμενον κατὰ τὸ σιωπώμενον. νοητέον γὰρ ὅτι καὶ σκῆπτρον κατέχει ὁ Ἀχιλλεύς, οἷα ἔθους ὄντος καὶ τούτου. διὸ προϊὼν ἐν τῷ δημηγορεῖν καὶ εἰς τὸ σκῆπτρον ὄμνυσιν εἰπών «ναὶ μὰ τόδε σκῆπτρον» καὶ ὕστερον εἰς γῆν ῥίπτει αὐτό. (v. 59) Ὅτι ἐξ αὐτοῦ τοῦ καιροῦ προοίμιον ὁ Ἀχιλλεὺς πορισάμενός φησι «νῦν ἡμᾶς οἴομαι παλιμπλαγχθέντας ἀπονοστήσειν, ἐὰν τὸν θάνατόν γε φευξούμεθα, ἐπειδὴ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς». ἀεὶ δὲ σχεδὸν ἔθος Ὁμήρῳ οὕτω ποιεῖν καὶ ἐκ τῶν ἐγγὺς καὶ ὅ φασι παρὰ πόδας προοιμιάζεσθαι. τὸ δέ «παλιμπλαγχθέντας» οἱ μὲν ἀντὶ τοῦ ἐκ δευτέρου πλανηθέντας φασὶ χρώμενοι τῇ τῶν νεωτέρων ἱστορίᾳ τῇ λεγούσῃ, ὅτι τὰ πρῶτα ἐπιστρατεύσαντες τῇ Τροίᾳ οἱ Ἕλληνες ἥμαρτον τῆς ὁδοῦ καὶ τὴν μηδὲν αὐτοῖς εἰς τιμωρίαν προσήκουσαν γῆν ἐληΐζοντο. ἡ δὲ ἦν ἡ ὑπὸ τῷ Τηλέφῳ Μυσία. ὁ δὴ Τήλεφος ἀντικαταστὰς ἐποίησέ τι κακὸν καὶ ἔπαθε. πέπονθε μὲν τραῦμα δεινὸν ὑπὸ Ἀχιλλέως ἀμπέλου ἕλικι συμποδισθέντος αὐτῷ τοῦ ἵππου κατὰ Διονύσου πρόνοιαν καὶ πεσόντος εἰς γῆν· ἐποίησε δὲ τὸ ἀπράκτους ὑποχωρῆσαι τοὺς Ἕλληνας. ὡς δὲ τὸ τραῦμα εἶχεν ἀθεράπευτον, χρᾶται καὶ ὁ χρησμὸς ἀνεῖπε τὸ θρυλλούμενον, ὡς ἄρα ὁ τρώσας ἰάσεται. πλέει γοῦν τὴν ταχίστην ἐπ' Ἀχιλλέα καὶ συμβαίνει τὸν μὲν ἰάσασθαι τὴν ὠτειλήν, τὸν δὲ δοῦναι μισθὸν τῆς ὑγείας τὴν εἰς Τροίαν ὁδηγίαν. ὡς οὖν ἅπαξ ποτὲ τὴν ἀρχὴν ἐπλανήθησαν, οὕτω, φασί, δέδιε καὶ νῦν ὁ Ἀχιλλεύς, μὴ πάλιν πλαγχθῶσιν ἤτοι τὸ δεύτερον. καὶ οὕτω μέν τινες ἀκολουθοῦντες καὶ τῷ Γεωγράφῳ εἰπόντι, ὅτι ὁ τοῦ Ἀγαμέμνονος στόλος Μυσίαν ὡς Τρῳάδα πορθῶν ἐπαλινδρόμησεν αἰσχρῶς. ἄλλοι δὲ οὐκ ἀρεσκόμενοί φασιν, ὅτι οὔτε τὸ πάλιν ὅλως ἐπὶ τοῦ ἐκ δευτέρου κεῖταί που παρὰ τῷ ποιητῇ καὶ οὐδὲ φαίνεται ὁ ποιητὴς Τηλέφῳ ἢ ἑτέρῳ τινὶ ἀνατιθεὶς τὴν ὁδηγίαν τὴν εἰς τὸ Ἴλιον, ἀλλ' ἢ τῷ μάντει Κάλχαντι· ἐρεῖ γὰρ ὅτι ὁ Κάλχας διὰ τὴν ἑαυτοῦ μαντοσύνην ἡγήσατο ταῖς τῶν Ἀχαιῶν ναυσὶν εἰς τὴν Ἴλιον· τάχα δὲ καὶ τῷ Ἀπόλλωνι, εἴπερ ὁ Φοῖβος Ἀπόλλων τουτέστιν ὁ ἥλιος τὴν μαντοσύνην τῷ Κάλχαντι δέδωκε. φασὶ δὲ καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
