# Commentarii ad Homeri Iliadem 1.754

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.754

γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων». οὕτω δὲ καὶ τὸ «Ἀτρείδης δὲ παρῴχετο γηθόσυνος κῆρ» δὶς εἶπεν, ἐπί τε τῶν Κρητῶν καὶ ἐπὶ τοῦ Νέστορος. Ὅτι δὲ καὶ ἡ ταὐτολογία ἐζηλοῦτο τοῖς παλαιοῖς, οὐκ ἔστιν ἀμφιβαλεῖν, καὶ οὐ μόνον ἐν ἐπῳδοῖς καὶ ἐν κρούμασι μουσικοῖς καὶ χορεύμασι καὶ λόγοις ἀγγέλων καὶ ἐν μιμήσεσι θυμουμένων προσώπων καὶ ἐπιθυμούντων καὶ ἄλλως δὲ ἀγωνιώντων, ἀλλὰ καὶ καθ' ἑτέρους τρόπους, ὧν εἷς καὶ ὁ κατ' Εὐριπίδην, ὃς ἐπετηδεύσατο ἐν διαφόροις τῶν αὐτοῦ δραμάτων ἀποτελευτᾶν ἐκεῖνα εἴς τε τὸ γνωμολογεῖν πολλὰς μορφὰς εἶναι τῶν δαιμονίων καὶ ἑξῆς, καὶ εἰς τὸ ἐπεύχεσθαι στεφανηφόρος γίνεσθαι διὰ τοῦ νικᾶν, ἀπαραποιήτως τὰς ῥηθείσας δύο ἐννοίας ταὐτολογῶν, ἔνθα δέον εἶναι μεθώδευσεν. (v. 313—6) Ὅτι εὔχεται Ἀγαμέμνων συμβῆναι τῇ τοῦ Νέστορος προθυμίᾳ καὶ τὸ σῶμα λέγων· «ὦ γέρον, εἴθ' ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν, ὥς τοι γούναθ' ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· ἀλλά σε γῆρας τείρει ὁμοίϊον, ὡς ὄφελέν τις ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι», ἤγουν ἐν νέοις εἶναι. πρέπει δὲ ἡ εὐχὴ παντὶ ἀγαθῷ γέροντι. (v. 31725) Ὁ δὲ Νέστωρ εἰπών, ὅτι μάλα μέντοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς οὕτως εἶναι, ἐπάγει γνωμικῶς τὸ «ἀλλ' οὔ πως ἅμα πάντα θεὸς ἔδωκεν ἀνθρώποισιν· εἰ τότε κοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκάνει. ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέσσομαι», ἤτοι συνέσομαι, «ἠδὲ κελεύσω» καὶ ἑξῆς. πεζὸς γὰρ οὐκ ἔχει μάχεσθαι διὰ γῆρας. (v. 314) Ἰστέον δέ, ὅτι τὸ «βίη δέ τοι ἔμπεδος εἴη» ἀκριβῶς πρόσκειται διὰ τὸ πολλοῖς γούνατα μὲν ἕπεσθαι, ὁποῖος καὶ ὁ Τρωϊκὸς ποδώκης Δόλων, βίαν δέ, ὅ ἐστιν ἀνδρίαν, μὴ προσεῖναι. ἀφ' ἧς βίας οἱ μεθ' Ὅμηρον ῥήτορες νόημα βίαιον καλοῦσι τὸ γενναῖον καὶ ἀνδρικόν. (v. 315) Γῆρας δὲ «ὁμοίϊον» ὡς ἐπὶ ψόγῳ κεῖται, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται. σημειοῦνται γὰρ οἱ παλαιοὶ τὸ ὁμοίϊον τὸν ποιητὴν ἐπὶ φαύλου λαμβάνειν. Ἀπίων γοῦν καὶ Ἡρόδωρός φασιν, ὅτι οἱ Γλωσσογράφοι ὁμοίϊον κατὰ διαίρεσίν φασι τὸ κακόν, οἷον «γῆρας τείρει ὁμοίϊον» καὶ «νεῖκος ὁμοίϊον ἔμβαλε μέσον» καὶ «θάνατον μὲν ὁμοίϊον» καὶ «τέλος ὁμοίϊον πολέμου», ἵνα εἴη ὁμοίϊον περὶ ὃ πάντες ὁμοίως διάκεινται ὡς χαλεπόν. τὸ μέντοι εἰπεῖν γῆρας ὁμοίϊον τὸ ὁμοίως πᾶσιν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
