Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.76
Not analysed yet
ἄλογον εἶναι δευτέραν ταύτην πλάνην παθεῖν τοὺς Ἕλληνας. τὸ μὲν γὰρ πρῶτον ἐκεῖνο ἀληθῶς ἦν πλάνη· οὐ γὰρ εἶχον εἰδέναι, ὅποι πλέουσι. τοῦτο δὲ οὐκ ἂν ἔχοι τις πλάνην εἰπεῖν. τά τε γὰρ κατὰ τὴν Τροίαν οἴδασι καὶ οὐδὲ οἴκαδε πλανηθῆναι ἄν, ἀλλὰ νοστήσειν λεχθήσονται. ταῦτα καὶ ἄλλα εἰπόντες φασὶ κάλλιον εἶναι νοῆσαι τὸ παλιμπλαγχθέντας ἀντὶ τοῦ ὀπίσω μάτην ἀπονοστήσαντας, ὡς ἐκ μεταφορᾶς βέλους τινὸς ἐμπελάσαντος στερεῷ τινι σώματι καὶ ὀπίσω στραφέντος. ὃ δὴ συνηθές ἐστι τῷ ποιητῇ λέγειν πάλιν πλάζεσθαι, ὡς ἐν τοῖς μετὰ ταῦτα φανήσεται. Ἰστέον δὲ ὅτι ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου εἰς τὸν Ὅμηρον ὑπομνήμασι γενναῖος ἀγὼν κεῖται τὸ ἐκ δευτέρου τοὺς Ἕλληνας ἐπὶ Τροίαν στρατεῦσαι τῇ Μυσίᾳ τὰ πρῶτα προσβαλόντας καὶ ἀπωσθέντας ὑπὸ Τηλέφου. τόποι δὲ τῆς τοιαύτης κατασκευῆς ἄλλοι τε καὶ οὗτοι. Ἀχιλλεύς, φασί, τὴν Σκῦρον ἑλὼν καὶ ληϊσάμενος γυναῖκας ἐκεῖθεν τὴν Ἴφιν μὲν τῷ Πατρόκλῳ δίδωσιν, αὐτὸς δὲ τῇ τοῦ Λυκομήδους Δηϊδαμείᾳ συγγίνεται, ἀφ' ἧς Νεοπτόλεμος, ὁ ὕστερον συμμαχήσας τοῖς Ἕλλησι. δῆλον οὖν, φασίν, ὡς ἐν τῇ πρώτῃ μάχῃ τὴν Σκῦρον ὁ Ἀχιλλεὺς ἐπόρθησεν. εἰ γὰρ ἐν τοῖς ὕστερον δέκα ἔτεσιν εἷλε τὴν Σκῦρον, οὐκ ἂν οὐδὲ δεκαέτης που τοῖς Ἕλλησι συνεμάχησεν ὁ Νεοπτόλεμος. ἔτι δὲ ὑπονοεῖται, φασί, τῷ Φιλομηλείδῃ τῷ Λεσβίῳ πεπαλαικέναι Ὀδυσσεύς, ὡς ἐν Ὀδυσσείᾳ λέγεται, κατὰ τὸν πρῶτον πλοῦν, ἡνίκα ἐπεξενοῦντο Λεσβίοις οἱ Ἕλληνες, οὐχ' ὅτε Ἀχιλλεὺς ἐπολιόρκει αὐτοὺς ὡς πολέμαρχος. καὶ ὅτε δέ, φασίν, ἡ Πηνελόπη ἐρεῖ, ὅτι «ἤδη μοι τόδε εἰκοστὸν ἔτος ἐστίν, ἐξ οὗ Ὀδυσσεὺς εἰς Τροίαν ἔβη», ἔστιν ὑπονοεῖν, ὅτι τὴν πρώτην δεκαετίαν ὧδε κἀκεῖ πλανώμενοι ἀνάλωσαν Ἕλληνες. ἀλλὰ ταῦτα μὲν οὕτως, ἔχοντα πολλὰς ἀντιλογίας· ἡ δὲ Ὁμήρου γνώμη δήλη ἐστὶν ἀποφηναμένου τὸν Κάλχαντα τοῖς Ἕλλησι τοῦ εἰς τὴν Τροίαν πλόου ἀφηγήσασθαι. [Ἰστέον δὲ ὅτι ἔθος Ὁμήρῳ ἀδιαφορεῖν ἐν τοῖς δυϊκοῖς καὶ τοῖς πληθυντικοῖς καὶ ποτὲ μὲν πληθύνειν τὰ δυϊκά, ποτὲ δὲ δυάζειν τὸ πλῆθος, ὡς μυριαχοῦ φανήσεται. διὸ καὶ ἡ τοῦ Ἀχιλλέως δημηγορία οὕτως ἄρχεται «νῦν ἄμμε» ἤγουν ἡμᾶς «παλιμπλαγχθέντας ὀΐω ἂψ ἀπονοστήσειν». ἔστι δὲ Αἰολικὸν τὸ ἄμμε, ὡς δῆλον ἐκ τῆς βαρυτονήσεως καὶ τῆς ψιλώσεως καὶ τῆς τῶν ἀμεταβόλων διπλώσεως. (v. 60) Περὶ δὲ τοῦ ὀΐω καὶ τοῦ ἄψ, ὅ ἐστιν ὀπίσω, καὶ τοῦ δαμᾷ καὶ τοῦ λοιμός ἐν τοῖς ἑξῆς ῥηθήσεται.] (v. 62 s.) Ὅτι ἐν τῷ εἰπεῖν «ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν» ἤγουν ἐρωτήσωμεν «ἢ ἱερῆα ἢ