# Commentarii ad Homeri Iliadem 1.77

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.77

ὀνειροπόλον», ὀνειροπόλον μὲν λέγει τὸν περὶ ὀνείρους στρεφόμενον κἀκεῖθεν τὸ μέλλον προειδότα διὰ τοῦ κρίνειν ὀνείρους, ἱερέα δὲ τὸν τὴν θυτικὴν εἴτ' οὖν ἱερατικὴν μετιόντα καὶ δι' ἐντόμων μαντευόμενον [ἤγουν ἱερείων σφαγίων], ὁποῖον Σοφοκλῆς τὸν Τειρεσίαν ἱστορεῖ. μάντιν δὲ οἱ μὲν γενικῶς καὶ ἀδιορίστως εἶπον τὸν ἁπλῶς εἰδότα τὸ μέλλον καθ' οἱονοῦν τρόπον μαντικῆς, ἕτεροι δὲ κατ' ἐξοχὴν μάντιν ἐνταῦθα τὸν οἰωνοσκόπον ἐνόησαν. διὸ καὶ τοιοῦτος ἀνίσταται ὁ Κάλχας οὐχ' ἱερεὺς [ταὐτὸν δ' εἰπεῖν θυηπόλος,] οὐδὲ ὀνειροπόλος, ἀλλὰ οἰωνοπόλων, ὅ ἐστι τῶν περὶ τοὺς αἰσίους οἰωνοὺς πολουμένων ἤτοι ἀναστρεφομένων ὁ ἄριστος. ἔδει γὰρ ἕνα τῶν ὀνομασθέντων τριῶν ἀναστῆναι ἢ μάντιν ἢ ἱερέα ἢ ὀνειροπόλον—οὐκ ἦν δὲ οὔτε ἱερεὺς οὔτε ὀνειροπόλος ὁ ἀναστάς—μάντις ἄρα ἤτοι οἰωνοπόλος κατὰ τὸν ποιητήν. [Σοφοκλῆς δ' ἂν εἴποι οἰωνοθέτης.] ἀλλὰ τοῦτο μὲν πιθανόν ἐστιν, Ὅμηρος δὲ ἐν ἄλλοις ἕτερον ὁμολογουμένως ἔχει τὸν μάντιν παρὰ τὸν οἰωνοπόλον λέγων «οὔτε τι μάντις ἐὼν οὔτ' οἰωνῶν σάφα εἰδώς». καὶ ἔοικε τάχα εἶναί τι μέρος ἢ εἶδος μαντικῆς καὶ τὸ τοιοῦτον ὄνομα τὸ μάντις ἐξιδιασθέντος ἐν αὐτῷ τοῦ γενικοῦ ὀνόματος. καὶ ἴσως τοιοῦτός ἐστιν ὁ ἐνθουσιαστὴς ἤτοι ἔνθεος, οἱονεὶ μαινόμενος καὶ ἐξεστηκὼς ἐν τῷ προλέγειν τὰ μέλλοντα. ὅθεν καὶ μάντις παρὰ τὸ μαίνεσθαι εἴρηται. μανίαν γάρ τινα ἔνθεον ἐκστατικῶς οἱ μάντεις ἐν τῷ προλέγειν ἔπασχον· ὥστε γένος μὲν ὁ μάντις, εἴδη δὲ αὐτοῦ ὁ ἐνταῦθα μάντις ἤγουν ὁ ἐνθουσιαστὴς καὶ ὁ ἱερεὺς καὶ ὁ ὀνειροπόλος. ἰστέον δὲ ὅτι οὐκ ἔξω λόγου καὶ τὸ γενικῶς μέν, ὡς καὶ προερρέθη, νοῆσαι τὸν μάντιν, εἴδη δὲ αὐτοῦ εἰπεῖν τὸν ἱερέα καὶ τὸν ὀνειροκρίτην, ἵνα λέγῃ ὅτι ἐρωτηθήτω τις μάντις οἷον ἱερεὺς ἢ ὀνειροπόλος. οὕτω καὶ ἐν Ὀδυσσείᾳ γένος εἰπὼν τὸ φυτὸν ἐπάγει τὰ εἴδη ἐν τῷ «οὐ φυτόν, οὐ συκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη» καὶ ἑξῆς. τοιοῦτον καὶ παρ' Εὐριπίδῃ τὸ «οὔτε ὅπλα οὔτ' ἔγχος». γένος μὲν γὰρ τὰ ὅπλα, εἶδος δὲ τὸ ἔγχος. εἰ δὲ δύο τούτων μάντεων ὀνομασθέντων, ἱερέως καὶ ὀνειροπόλου, τρίτος ἀνίσταται ὁ ἐξ ἑτέρου εἴδους οἰωνοπόλος Κάλχας, καινὸν οὐδέν, ἀλλὰ καὶ μᾶλλον ἀνύποπτον τὸν Ἀχιλλέα ποιεῖ. αὐτοῦ γὰρ ἄλλους ἐρωτηθῆναι θελήσαντος ἕτερος ἀνέστη, ὃν οὐ προεκαλέσατο Ἀχιλλεύς. ἔστι δὲ νοῆσαι καὶ ὅτι ὁ αὐτὸς Κάλχας καὶ ἱερεὺς ὢν καὶ ὀνειροπόλος περὶ οἰωνοὺς μάλιστα εὐδοκίμει. διὸ καὶ ὡς παντοῖος ἀνίσταται ἤγουν ὡς τέλειος μάντις καὶ οὕτω ἀμύμων κατὰ τὸν ποιητήν. (v. 63) Ὀνειροπόλος δὲ διχῶς ἢ ὁ βλέπων αὐτὸς ὀνείρους καὶ κατ' αὐτοὺς προλέγων, ὡς ὁ Ἀγαμέμνων ἐν τῇ βῆτα ῥαψῳδίᾳ, ἢ ὁ τοὺς ὑπ' ἄλλων βλεπο-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
