# Commentarii ad Homeri Iliadem 1.776

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.776

ψόγῳ συναδοξῶν ἦν καὶ αὐτός, εἴγε καὶ ὁ Καπανεύς, ὁ τοῦ Σθενέλου πατήρ, ὥσπερ καὶ ὁ Τυδεύς, μέγιστα ἐν τῷ Θηβαϊκῷ πολέμῳ ἐδυστύχησεν. εἰ γοῦν ὁ Διομήδης χείρων τοῦ πατρός, ἄρα καὶ ὁ Σθένελος τοῦ οἰκείου ἠλάττωται πατρός. τάχα δὲ καὶ τὸ «ἡμεῖς πατέρων ἀμείνονες» οὐ τοὺς ὅλους δηλοῖ ἐπιγόνους —τί γὰρ νῦν ἔδει πάντων ὑπερλαλεῖν; —ἀλλὰ μόνους τὸν Διομήδην καὶ τὸν Σθένελον. διὸ καὶ δυϊκῶς λέγει παρακατιών· «παυρότερον λαὸν ἀγαγόντε», ἡμεῖς οἱ δύο δηλαδή. Ἰστέον δέ, ὅτι ἐκ τῶν ῥηθέντων Θηβαϊκῶν πολέμων παροιμία ἐξέπεσεν ἐπὶ τῶν ἀλυσιτελῶν τὸ Καδμεία νίκη, ἐπειδή, φασί, Θηβαῖοι τὰ πρῶτα νικήσαντες ὕστερον ὑπὸ τῶν ἐπιγόνων ἡττήθησαν. Ἀρριανὸς μέντοι ἐν τοῖς Βιθυνιακοῖς, ὡς καὶ προεδηλώθη, ἐπὶ μεγίστης νίκης τὴν παροιμίαν ἐδέξατο. τινὲς δὲ αὐτὴν ἄλλως εἰλῆφθαί φασιν, ἢ ἀπὸ Οἰδίποδος, ὃς Θήβῃσι τὸ τῆς Σφιγγὸς αἴνιγμα λύσας, εἶτα ἔπαθλον τὴν μητέρα ἔγημεν, ἢ ἀπὸ Κάδμου, ὃς ἀνελών, φασί, τὸν τὴν Ἀρείαν κρήνην τηροῦντα δράκοντα ἐθήτευσεν Ἄρει ὀκτὼ ἔτη. (v. 406) Ἑπτάπυλον δὲ Θήβην ἑνικῶς λέγει τὰς Βοιωτίας Θήβας πρὸς διαστολὴν τῶν ἑκατομπύλων Αἰγυπτίων, ἃς ἀλλαχοῦ ἱστορήσει ὁ ποιητής. Ἰστέον δὲ καί, ὅτι, ὡς καὶ ἀλλαχοῦ ἐπεσημάνθη, πολλὰ εὕρηνται ὀνόματα καὶ ἑνικῶς λεγόμενα καὶ πληθυνόμενα. ὡς καὶ ὅτε Κρήτην καὶ Κρήτας τὴν αὐτὴν νῆσον λέγει Ὅμηρος. οὕτως οὖν ἐπαμφοτερίζει καὶ τὸ τῆς Θήβης ὄνομα καὶ τὸ τῆς Μυκήνης, ἣν Μυκήνας πρὸ ὀλίγων εἶπεν ὁ ποιητής, ὥς που καὶ τὴν Μάλειαν Μαλείας, «Μαλειάων ὄρος αἰπύ». τοιούτῳ δὲ τρόπῳ καὶ ὄρος τὸν Ἄτλαντα πληθυντικῶς ἔφη τις Ἄτλαντας καὶ τὸν Ἄρειον πάγον Ἀρείους πάγους. Σημείωσαι δὲ καί, ὡς πολλαί τινες αἰτίαι παρὰ τῷ ποιητῇ τοῦ σιγᾶν τὰ πρόσωπα. οὐ μόνον οὖν ἔκπληξις αἰτία σιγῆς, ἀλλὰ καὶ αἰδώς. Διομήδης οὖν ἐνταῦθα σιγᾷ, αἰδεσθεὶς βασιλέως ἐνιπὴν αἰδοίοιο. μετ' ὀλίγα δὲ ὁ λαὸς ἕπεται «σιγῇ δεδιότες σημάντορας», ἤγουν εὐλαβούμενοι τοὺς ἄρχοντας. ἐνθυμητέον δὲ καὶ τοὺς κήρυκας, οἳ σιωπῶσι ταρβήσαντες καὶ αἰδόμενοι τὸν Ἀχιλλέα. καὶ σπουδὴ δέ ποτε γίνεται σιγῆς αἰτία, καὶ ἡ τῶν ἀναντιρρήτων δὲ ἀπολογιῶν ἀκρόασις. (v. 412) Ὅτι ἐν τῷ «τέττα, σιωπῇ ἧσο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ», ὃ λέγει Διομήδης πρὸς Σθένελον, κατασιγαστικὸν ὂν στωμυλίας τὸ ἧσο ἀντὶ τοῦ δίαγε καὶ μένε κεῖται. ἄλλως γὰρ οὐκ ἦν ἐν τοιαύτῃ μάχῃ καθέζεσθαί τινα. σπουδὴν δὲ καὶ ἁπλότητα ἡ λέξις ἐνδείκνυται, ὡς μὴ εὐκαιροῦντος τοῦ Διομήδους κυριολεκτεῖν. ζήτει δὲ καὶ ἐν τοῖς τοῦ Θερσίτου τὸ «ἧσαι ὀνειδίζων» πρὸς ὁμοιότητα τῆς νῦν ῥηθείσης λέξεως τοῦ ἧσο. Τὸ δὲ τέττα,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
