# Commentarii ad Homeri Iliadem 1.780

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.780

χρυσάφιον ἐκ τοῦ χρυσός παραχθέν, ὥσπερ καὶ ἀπὸ τοῦ ξύλου τὸ ξυλάφιον, [καὶ ἕδος ἑδάφιον.] ἀπὸ δέ γε τῆς κόρσης γίνεται καὶ ἡ κόρρη τροπῇ τοῦ σ εἰς ρ, ὁμοίως τῷ πυρσός πυρρός, ταρσός ταρρός. καὶ τὸ κατὰ κόρρης δὲ τύψαι τινὰ τὸ κατὰ κόρσης ἤτοι κροτάφου ἐστί. παρὰ Ἀττικοῖς δὲ κόρρη ἡ γνάθος. Ἀριστοτέλης δὲ κρόταφόν φησι τὸ μεταξὺ ὀφθαλμοῦ ὠτὸς καὶ κορυφῆς. ὅτι δὲ καὶ ἀπὸ τοῦ κηρύσσειν τάφον ἐτυμολογεῖται, δηλοῦσιν οἱ παλαιοί. συντελεῖ δὲ εἰς τοῦτο καὶ Θεόκριτος εἰπών· «ἀπὸ κροτάφων πελόμεθα πάντες γηραλέοι καὶ ἐπισχερώ», ἤτοι κατὰ τάξιν καὶ ἐφεξῆς, «ἐς γένυν ἕρπει λευκαίνων ὁ χρόνος». [(v. 424 s.) Ἔτι ἰστέον καί, ὅτι πόντον μὲν κἀνταῦθα συνήθως ἔφη τὸ τῆς θαλάσσης πελαγίζον, (οὗ καταπνεομένου ἀνέμοις, ὅθεν καὶ πόντος λέγεται ὡς οἷά τις πνότος, κυρτοῦνται κύματα κορυσσόμενα καὶ ἔξω ἐλαύνονται,) χέρσον δὲ τὸν ἀνωτέρω αἰγιαλόν. καὶ ὅτι τὸ ῥηγνύμενον τὸν ῥηγμῖνα παράγει. δῆλον γάρ, ὡς ῥηγμὶν αἰγιαλώδης ἐστὶ περὶ ὃν κύματα ῥήγνυνται, καὶ ὅτι τὸ βρέμει προσαρμόττον καὶ πυρὶ καὶ ἀνέμοις ἰδοὺ κεῖται καὶ ἐπὶ κύματος. τροπικῶς δέ ποτε καὶ ὁ ἀλαζὼν καὶ ὁ ἀπειλητὴρ βαρὺ βρέμειν λέγονται. καὶ ὅτι ἄκρας τὰ ἀκρωτήρια λέγει, ἐν οἷς μάλιστα βρέμει τὰ κύματα.] (v. 429—31) Ὅτι πλάττων ὁ ποιητὴς ἐνταῦθα τοὺς ἡγεμόνας κελεύοντας τοῖς ἑαυτῶν—φησὶ γάρ· «κέλευε δὲ οἷσιν», ἤγουν ἰδίοις, «ἕκαστος ἡγεμόνων»—παρεμφαίνει χρῆναι καὶ εὐρυβόας εἶναι τοὺς στρατηγοὺς καί, ὡς αὐτός που λέγει, βοὴν ἀγαθοὺς καὶ μάλιστα, ὅτε συρρήγνυται πόλεμος. Εἶτα ἐπαινῶν εἰς εὐταξίαν τοὺς Ἀχαιούς, ὡς καὶ πρὸ τούτων, σιγῇ προϊέναι αὐτούς φησιν εἰς μάχην, οὐ κατεπτηχότας, ἀλλὰ δι' εὐλάβειαν. φησὶ γάρ· «οἱ δ' ἄλλοι ἀκὴν ἴσαν», ὅ ἐστιν ἐπορεύοντο, «οὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντα ἐν στήθεσιν αὐδήν, σιγῇ δειδιότες σημάντορας». καὶ εἰκότως· εἰ γὰρ μὴ αὐτοὶ ἐσίγων, οὐκ ἂν εἶχον ἄλλως ἀκριβῶς ἀκούειν, ὧν οἱ ἡγεμόνες ἐκέλευον. καὶ σημείωσαι, ὅπως διεσάφησε τὴν σιγήν. οὕτω γὰρ σιγῶσιν, ὥστε δοκεῖν ἄφωνοι εἶναι. [(v. 429) Ἔστι δὲ τὸ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
