# Commentarii ad Homeri Iliadem 1.792

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.792

ἔχει συγγράψασθαί τι ὅμοιον. γυνὴ γὰρ θρέμμα γῆς Μακεδόνων, εὖ μὲν ἔχουσα τῶν εἰς βίον, δυστυχοῦσα δέ, οὓς ἐγέννα, θανάτῳ ἀπογινομένους, ῥίπτει τὸ γεννηθὲν ὕστατον περὶ ποταμὸν ἐγχώριον, οὐκ ἔκθετον, ἀλλ' ὅπως εἰς χεῖρας ἐλθών, φησίν, εὐτυχεῖς περιγένηται τοῦ βιοῦν. παροδεύων δή τις εὗρε τὸ κείμενον καὶ ἄρας οἷά τι ἕρμαιον τίμιον εἰσποιεῖται φιλίως καὶ ἀπὸ τοῦ συγκυρήματος Ποτάμιον ὀνομάζει τὸ εὑρεθέν. καὶ οὐκ ἀπέρρευσεν ἡ κλῆσις, ἀλλὰ παρέμεινε τῷ ἀνθρώπῳ ἀνδρὶ γενομένῳ γεραρῷ καὶ ἱερῷ καὶ λογίῳ καὶ εἰδότι τὴν τοῦ ὀνόματος περιπέτειαν. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Ἡ δὲ τῆς παιδὸς σὺν τοῖς τοκεῦσιν ὁδὸς ἐπὶ θέᾳ μήλων, ἤτοι προβάτων, ἁπλῶς οὕτω κεῖται βιωτικώτερον εἰς πιθανότητα τοῦ διηγήματος. (v. 482—4) Τὸν δὲ Ὁμηρικὸν Σιμοείσιον ἀναιρεθέντα ὑπὸ Αἴαντος πεσεῖν λέγει ὡς αἴγειρον ἐν ἕλει τραφεῖσαν. φησὶ γάρ· «ὃ δ' ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὥς, ἥ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει, λεῖα, ἀτάρ τέ οἱ ὄζοι ἐπ' ἀκροτάτῃ πεφύασιν», ἤγουν ἐκ φύσεώς εἰσι καὶ οὐκ ἐξ ἐπιμελείας τινός. ἐξηγητικὸν δὲ τοῦτό ἐστι τοῦ λεῖα. πάντως γὰρ λεῖα αἴγειρος, ἧς οἱ ὄζοι ἐπ' ἀκροτάτῳ. Ἰστέον δέ, ὡς ὁ μὲν πρὸ βραχέων πεσών, «ὡς ὅτε πύργος», ἀνδρεῖος ἔοικεν εἶναι, ὁ Σιμοείσιος δὲ κάλλος ἔχειν καὶ μέγεθος. διὸ καὶ ἀστείως τὸν παρὰ τῷ Σιμόεντι ποταμῷ γεννηθέντα ἠΐθεον θαλερὸν Σιμοείσιον εἰκάζει φυτῷ ὑδατοτρεφεῖ. (v. 474) Ἠΐθεος δὲ εἶδός ἐστιν ἀνδρώδους ἡλικίας νεωτερικῆς, κατὰ δὲ τοὺς ἀκριβεστέρους ὁ μήπω εἰς γάμον ἐλθών, ὡς καὶ τῷ Εὐριπίδῃ ἐν Φοινίσσαις δοκεῖ, ἔνθα λέγει τὸ «Αἵμονος μὲν οὖν σφαγὰς ἀπείργουσι γάμοι. οὐ γάρ ἐστιν ηἴθεος,» τουτέστιν ἄπειρος γάμου. ὅπερ δὲ ἐν ἀνδράσιν ἠΐθεος, τοῦτο παρθένος ἐν γυναιξί. διὸ καὶ συνδυάζων που αὐτοὺς ὁ ποιητὴς λέγει «παρθένος ἠΐθεός τε ὀαρίζετον ἀλλήλοις». παρασημειοῦνται δὲ οἱ παλαιοὶ σπανίως ἐπὶ παρθένου τὴν λέξιν κεῖσθαι φέροντες καὶ χρῆσιν Εὐπόλιδος τὸ «εἰ μὴ κόρη δεύσειε τὸ σταῖς ηἴθεος». γίνεται δέ, φασίν, ἢ παρὰ τὸ ἀΐτης, ὁ ἐρώμενος, ἀΐτεος καὶ τροπῇ ἠΐθεος, ὁ ἐραστός, ἢ παρὰ τὸ αἴθω αἴθεος καὶ διαλύσει καὶ τροπῇ τοῦ α εἰς η ἠΐθεος, ὁ διάπυρος τῇ νεότητι. ἴσως δὲ καὶ παρὰ τὸ ἰέναι θείως διὰ τὸ ἔτι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
