# Commentarii ad Homeri Iliadem 1.84

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.84

εἰς Ἴλιον, οὐ πειραθεὶς ἄλλως τοῦ τόπου, ἀλλά «ἣν διὰ μαντοσύνην, τήν οἱ πόρεν Ἀπόλλων», ὡς ἐπιστατῶν καὶ μαντικῆς, καθὰ πολλαχοῦ φαίνεται, οἷα ἥλιος. τὸ δέ «ἣν διὰ μαντοσύνην» ἀντὶ τοῦ διὰ ἰδίαν μαντικήν. καὶ ἔστιν ἡ σύνταξις τρόπου ποιητικοῦ, ὃς λέγεται μὲν ἀναστροφή, κεῖται δὲ μυριαχοῦ τῆς ποιήσεως. τοιοῦτον δὲ καὶ πρὸ τούτων τὸ «βῆ δὲ κατ' Οὐλύμποιο» ἀντὶ τοῦ κατέβη. καὶ ἀλλαχοῦ «βῆ δὲ κατ' Ἰδαίων ὀρέων» καὶ παρ' Ἡσιόδῳ τὸ «ὅν τε διά» ἤγουν δι' ὅν. (v. 74) Ὅτι ὁ τοῖς ῥηθεῖσιν ἐπενηνεγμένος στίχος τρίβραχυν ἔχων πόδα ἐν τῷ «Διῒ φίλε», λαγαρός ἐστι. θεραπεύεται δὲ τὸ πάθος ἀπ' ἐναντίας τῷ προκοιλίῳ. ἐκεῖνο μὲν γὰρ ἡ συνίζησις ἰᾶται, τοῦτο δὲ ἡ ἔκτασις τῆς ληγούσης τοῦ «Διΐ» ἐκ τοῦ σφηκώδους τῆς ἐν τῷ διχρόνῳ βραχύτητος διαφυσᾷ οἷον πρὸς ὄγκον σπονδειακόν.] (v. 75) Ὅτι οὐχ' ὁμοίως τῷ ποιητῇ σεμνοί εἰσιν ἐν τοῖς μύθοις οἱ μετ' αὐτὸν ποιηταί. ποῦ γὰρ σεμνὸν Ὁμήρου ἑκατηβελέτην εἰπόντος τὸν Ἀπόλλωνα μυθεύεσθαι τὸν Σιμωνίδην, ὡς ἑκατὸν βέλεσιν ἀνεῖλεν ὁ Ἀπόλλων τὸν ἐν Πυθοῖ δράκοντα, δέον ὂν μιᾷ βολῇ νεκρῶσαι τὸ θηρίον· οὐ γὰρ ἀρετὴ τοξότου τὸ πολλὰ βαλόντα βλάψαι. οὔκουν ἑκατηβελέτης ὁ τοιοῦτος, ἀλλ' ὁ ἕκαθεν βάλλων. τοῦτο γὰρ ἰδιότης τοξεύοντος. διὸ καὶ ἑκάεργος ὁ αὐτός, ὡς ἕκαθεν εἴργων. δύο οὖν ὄντων ἐπιρρημάτων τοῦ ἑκάς καὶ ἕκαθεν ἀπὸ μὲν τοῦ ἑκάς ἑκηβόλος λέγεται, ἀπὸ δὲ τοῦ ἕκαθεν ἑκατηβελέτης. εἰ δέ τις ἑκατηβελέτην Ἀπόλλωνα εἰπεῖν θέλει ὡς ἀπὸ ἑκατὸν βελῶν, κάλλιον οὕτως εἰπεῖν αὐτόν, ὡς ἑκατὸν ἤγουν πολλὰ ἔχοντα βέλη. διὸ καὶ Πίνδαρος εὐρυφαρέτραν αὐτὸν λέγει. (v. 76) Ὅτι τὸ ἐγώ συμφώνου μὲν ἐπιφερομένου ἀπρόσληπτόν ἐστι τοῦ νῦ, φωνήεντος δὲ ἐπαγομένου ἐφέλκεται ν παρὰ τῷ ποιητῇ, οἷον «τοιγὰρ ἐγὼν ἐρέω». ἔστι δὲ τὸ τοιγάρ ἀντὶ τοῦ τοιγαροῦν, ὅπερ καὶ τοίνυν καὶ τοιγάρτοι λέγεται. οὕτω καὶ τὸ νυ παραπληρωματικὸν ἀντὶ τοῦ δη σπανιώτατα μέν, γίνεται δ' ὅμως ἐφελκυστικόν ποτε τοῦ ν καὶ αὐτὸ καὶ οὐ μόνον ἐν τῷ τοίνυν, ἀλλὰ καὶ παρ' Εὐριπίδῃ ἐν τῷ «σῶσόν νυν αὐτὸν μήδ' ἔρα τοῦ πλησίον». ἐπὶ δὲ τοῦ κε παραπληρωματικοῦ καὶ τῶν εἰς θεν ἐπιρρημάτων ἐκδηλότερος ὁ τοιοῦτος ἐφελκυσμός. (v. 77—83) Ὅτι ὁ Κάλχας οἷα μάντις εἰδὼς τὸ τῆς δημηγορίας ἀποτέλεσμα καὶ ὅτι μεγάλα λυπήσει τὸν βασιλέα, ἐφ' οἷς ἐρεῖ, οὐκ εὐθὺς ἅμα τῷ τοῦ Ἀχιλλέως λόγῳ τὴν τοῦ λοιμοῦ αἰτίαν ἐκτίθεται, ἀλλὰ πρῶτα μὲν οἷον ἀπολογεῖται ὡς οὐχ' ἑκὼν λαλῶν, ἀλλὰ διὰ τὸ τὸν Ἀχιλλέα κελεύειν τὸν Διῒ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
