# Commentarii ad Homeri Iliadem 1.85.1

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.85.1

φίλον. εἶτα καὶ τὸ δέος ἐνδεικνύμενος τὸ πρὸς τὸν βασιλέα, θεραπεύων δὲ καὶ τὸ πλῆθος, ὡς φόβῳ τοῦ ἄρχοντος μὴ φθάσας προειπεῖν τὰ κακά, ἑπτὰ ταῦτα ἐκ τοῦ Ἀχιλλέως ἀπαιτεῖ προασφαλιζόμενος ἑαυτόν· συνθήκην ἐπὶ βοηθείᾳ, εἴ τινα λυπήσει ἐφ' οἷς εἴπῃ. «σύνθεο γάρ», φησί. καὶ συνθήκην οὐχ' ἁπλῶς, ἀλλὰ ἔνορκον. φησὶ γάρ «καί μοι ὄμοσον». καὶ βοήθειαν οὐ τὴν τυχοῦσαν ζητεῖ, ἀλλὰ ψυχῇ ὅλῃ καὶ μὴ ἄχρι μόνον ἀφοσιώσεως. «ὄμοσον γάρ», φησί, «πρόφρων μοι ἀρήξειν». καὶ οὐδὲ ἀτελῶς βοηθηθῆναι θέλει, οἷον λόγοις ψιλοῖς ἢ ἔργοις μόνοις, ἀλλὰ καὶ ἐν ἔπεσιν, εἴπερ παρά τινος ὑβρίζοιτο, καὶ ἐν χερσίν, εἴ τις τύπτειν ἐθέλει αὐτόν· εἶτα δὴ τὴν κορυφαίαν ἀξίωσιν ἐπιτιθεὶς ἀπαιτεῖ καὶ κατὰ παντὸς προσώπου βοηθῆσαι αὐτῷ, κἂν μέγιστον ἐκεῖνο εἴη. «ὀΐομαι γάρ», φησίν, «ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί». προσαπαιτεῖ δὲ καὶ μὴ τὴν σήμερον, ἀλλὰ καὶ εἰς τὸ μέλλον ἐπάρηξιν. τοῦτο γὰρ δηλοῖ τὸ «εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖς». μονονουχὶ γὰρ λέγει, ὡς οὔ μοι χρεία τῆς πρὸς τὸ παρὸν βοηθείας, ἀλλὰ τῆς εἰς τὸ μέλλον μάλιστα, εἴγε τοιοῦτον ἄνδρα μέλλω λυπήσειν, ὃς ἀμύνασθαί με καὶ μετὰ ταῦτα δύναται. εἶτα ἐπὶ πᾶσιν, ὡς ἀπαιτήσας μεγάλα, ἐπάγει «σὺ δὲ φράσαι, εἴ με σαώσεις», τουτέστιν, εἰ δυνηθείης οὕτω μεγάλῳ πράγματι ἀντικαταστῆναι καὶ προσώπῳ, ἐξ οὗ κίνδυνός μοι καραδοκεῖται. ἑπτὰ οὖν, ὡς ἔφαμεν, ὁ Κάλχας ἐξ Ἀχιλλέως ἀπῄτησε· συνθήκην, ὅ ἐστι συμφωνίαν, καὶ ταύτην ἐνώμοτον, ναὶ μὴν καὶ ὁλόψυχον. ἔτι δὲ καὶ ἐν λόγοις, ἀλλὰ δῆτα καὶ ἐν ἔργοις, καὶ ἐπὶ παντὶ δὲ προσώπῳ καὶ οὐδ' ἐπ' ὀλίγον ἀλλ' ἐπὶ μακρόν. καὶ οὕτω μὲν ὁ Κάλχας. (v. 86—91) Ὁ δὲ Ἀχιλλεὺς συντομώτατα ποιῶν τὸ ἀπαιτηθὲν τὰ μὲν πρῶτα ὄμνυσι καὶ οὕτω συνθήκην πληροῖ καὶ ταύτην ἐνώμοτον ἐν τῷ «οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον». καὶ τὸ πρόφρων ἀρήξειν βεβαιοῖ. οὐ γὰρ ἂν ὤμνυεν, εἰ μὴ βοηθεῖν ἤθελεν. ἐν δὲ τῷ «οὔτις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλαις παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν, οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς, ὃς νῦν πολλὸν ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι» τὰ λοιπὰ τέσσαρα βεβαιοῖ. τὸ ἐν ἔπεσιν ἀρήξειν καὶ τὸ ἐν χερσὶ καὶ τὸ εἰς πᾶν πρόσωπον καὶ τὸ μὴ μόνον πρὸς τὸ παρὸν ἀλλὰ καὶ εἰς τὸ μέλλον. ἐν μὲν γὰρ τῷ «οὔτις σοι παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει» καὶ τὸ ἔργοις βοηθῆσαι παραδηλοῖ, πολλῷ δὲ πλέον καὶ τὸ ἐν λόγοις. ὁ γὰρ ἐν τῷ μείζονι βοηθῆσαι ὑποστάς, ἐν τῇ τῶν χειρῶν δηλαδὴ βίᾳ, πολλῷ πλέον ὑποστήσεται τὸ ἔλαττον ἤγουν τὸ ἀμῦναι ὑβριζομένῳ τῷ Κάλχαντι. ἐν δὲ τῷ «οὔ τις συμπάντων Δαναῶν, οὐδ' αὐτὸς Ἀγαμέμνων» τὸ ἐπὶ παντὶ προσώπῳ ἀρήξειν ἐδήλωσε. τὸ δέ «ἐμοῦ ζῶντος» καὶ ἑξῆς τὴν εἰς τὸ μέλλον ἐμφαίνει συγκρότησιν. καὶ ταῦτα μὲν οὕτως. Ὅρα δὲ ὅπως ὁ Ἀχιλλεὺς συνετώτατα τὴν δημηγορίαν μεταχειριζόμενος ποιεῖ μὲν ὅσα ὁ Κάλχας ἀπῄτησε, προσδιορίζεται δέ τι ὅμως ἄξιον λόγου συνθέμενος μὲν ὁρκωμοτικῶς πρόφρων ἔπεσι καὶ χερσὶν ἀρήξειν κατὰ παντὸς ἀνθρώπου καὶ εἰς τὸ μέλλον, κολάσας μέντοι τὴν εἰς τὸ μέλλον βοήθειαν ἀπό τινος χρονικοῦ καὶ τοπικοῦ ἐπιρρήματος, χρονικοῦ μὲν ἐν τῷ «οὔ τις ἐμοῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο», ὅ ἐστι φαινομένου· οἱονεὶ γὰρ λέγει, ὅτι οὐκ εἰσαεὶ κατὰ τὸ μέλλον βοη-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
