# Commentarii ad Homeri Iliadem 1.9

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.9

ΕΚ ΤΩΝ ΤΗΣ ΑΛΦΑ ΡΑΨΩΙΔΙΑΣ Ὅτι ἓν μέν τι σῶμα συνεχὲς διόλου καὶ εὐάρμοστον ἡ τῆς Ἰλιάδος ποίησις, οἱ δὲ συνθέμενοι ταύτην κατ' ἐπιταγήν, ὥς φασι, Πεισιστράτου τοῦ τῶν Ἀθηναίων τυράννου γραμματικοὶ καὶ διορθωσάμενοι κατὰ τὸ ἐκείνοις ἀρέσκον, ὧν κορυφαῖος ὁ Ἀρίσταρχος καὶ μετ' ἐκεῖνον Ζηνόδοτος, διὰ τὸ ἐπίμηκες καὶ δυσεξίτητον καὶ διὰ τοῦτο προσκορὲς κατέτεμον αὐτὸ εἰς πολλά. καὶ τὰ τοιαῦτα τμήματα οὐκ ἠθέλησαν ὀνομάσαι πρῶτον τυχὸν λόγον καὶ δεύτερον καὶ τρίτον καὶ τὰ ἑξῆς, καθάπερ ἐποίησε Κόϊντος ἐν τοῖς μετὰ τὸν Ὅμηρον, ἀλλ' ἐπειδήπερ ἡ βίβλος ἐξήρκει πρὸς πλείω τμήματα, ἔκριναν σεμνὸν ὀνομάσαι τὰς τομὰς τοῖς ὀνόμασι τῶν εἰκοσιτεσσάρων στοιχείων τῆς ἀνθρωπίνης ἐναρμονίου φωνῆς. ὅθεν καὶ τὸ μὲν προκατάρχον τμῆμα ἄλφα ὠνόμασαν, τὸ δὲ μετ' αὐτὸ βῆτα καὶ γάμμα τὸ ἐφεξῆς καὶ τὰ ἐχόμενα ὁμοίως κατὰ εὔτακτον λόγον ἕως τοῦ μεγάλου ω, τιμῶντες οὕτω τὴν Ὁμηρικὴν ποίησιν τῷ πρεσβείῳ τῶν στοιχειωδῶν γραμμάτων καὶ μηδὲ πράγματα ἔχοντες τῇ εὑρεσιλογίᾳ τῶν ἐπιγραφῶν καὶ φιλοσόφων δὲ ἔργον ποιοῦντες, οἳ πολλαχοῦ τὰ οἰκεῖα συγγράμματα οὕτως ἐπιγράφουσι σεμνότερον. διὸ καὶ τὰ εἰκοσιτέσσαρα τμήματα τῆς Ὁμηρικῆς ποιήσεως, τῆς τε κατὰ τὴν Ἰλιάδα καὶ τῆς ἐν τῇ Ὀδυσσείᾳ, οὐ μόνον ἄλφα καὶ βῆτα καὶ γάμμα ὀνομάζονται καὶ τὰ ἑξῆς, ἀλλὰ καὶ γράμματα καλοῦνται, καθὰ καὶ τὰ ῥηθέντα στοιχεῖα τῆς φωνῆς, οὐ μὴν δράματα, ὡς τὰ παρὰ τοῖς τραγικοῖς· αὐτὰ γὰρ ἀπὸ τοῦ μιμηλῶς ἐν θεάτροις δρᾶσθαι δράματα λέγονται, οὐ μὴν γράμματα. εἰ δὲ καὶ τὴν Ὁμηρικὴν ποίησιν οἱ ὕστερον ὑπεκρίνοντο δραματικώτερον, τὴν μὲν Ὀδύσσειαν ἐν ἁλουργοῖς ἐσθήμασι, τὴν δὲ Ἰλιάδα ἐν ἐρυθροβαφέσιν, ἐκεῖνο μὲν κατὰ τοὺς παλαιοὺς διὰ τὴν ἐν θαλάσσῃ πλάνην τοῦ Ὀδυσσέως, τοῦτο δὲ διὰ τοὺς ἐν Τροίᾳ φόνους καὶ τὰ ἐντεῦθεν αἵματα, ἀλλὰ τοῦτο μὲν σύμβαμα καὶ καινότερον ἐπινόημα τῶν ἐσύστερον. ὁ δὲ ποιητὴς εἰ καὶ δραματικῶς ἔγραψεν, ἀλλ' οὐκ ἐδραματούργησε σκηνικῶς. διὸ οὐδὲ δράματα τὰ τῆς ἐκείνου ποιήσεως τμήματα. οὐ μόνον δὲ γράμματα τὰ τοιαῦτα, ἀλλὰ καὶ ῥαψῳδίαι καλοῦνται διὰ τὸ κατὰ συνθήκην τεχνικὴν ῥάπτεσθαι οἷον τὴν ᾠδήν. καὶ φέρεται εἰς τὴν τοιαύτην ἔννοιαν Ἡσιόδου

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
