# Commentarii ad Homeri Iliadem 1.90

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.90

ὅθεν καὶ αὐδήεσσα ἡ χρωμένη φωνῇ ἀνθρωπίνῃ καὶ αὐδήεις ὁμοίως. γίνεται δὲ παρὰ τὸ αὔω τὸ φωνῶ καὶ τὸ δέω τὸ δεσμῶ αὐδὴ ἡ συνδεδεμένη καὶ ἐναρμόνιος φωνή. (v. 94) [Ὅτι ὁ ἀρητήρ, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, ἐκτείνει τὴν ἄρχουσαν, οἷον «ἠτίμησ' ἀρητῆρα» καὶ «ἀλλ' ἕνεκ' ἀρητῆρος». καὶ ἴσως, ὥσπερ ἐκ τοῦ ἴσχω γενόμενος ὁ ἰχὼρ ἐνθέσει μακρᾶς τῆς τοῦ ἴσχω φύσει μακρὸν αὐτὸς ἔσχε τὸ κατάρχον δίχρονον, οὕτω καὶ ὁ ἀρητὴρ ἔπαθεν ἐκ τῶν ἀρνῶν γενόμενος ἀπελεύσει τοῦ νῦ. (v. 97) Ὅτι τὸ «οὐδ' ὅ γε λοιμοῖο χεῖρας ἀφέξει» διχῶς νοεῖται· ἢ γὰρ ὅτι οὐκ ἂν ὁ Φοῖβος τοῦ καθ' ἡμῶν λοιμοῦ τὰς ἑαυτοῦ χεῖρας ἀπόσχῃ ἢ ὅτι οὐκ ἂν τὰς τοῦ ἀποτροπαίου θεοῦ Λοιμοῦ χεῖρας ἀποκωλύσῃ ἡμῶν. γίνεται δὲ ὁ λοιμὸς ἐκ τοῦ λέλειμμαι, δι' οὗ δηλαδὴ λείπουσι τὰ ζῶντα. ἐκεῖθεν δὲ καὶ ὁ διὰ τοῦ ἰῶτα λιμός, ὡς ἀλλαχοῦ φανεῖται.] Ὅτι ὁπηνίκα τὸ πρὶν δὶς ἐν λόγῳ ποιητικῷ παραλαμβάνεται, τὸ μὲν ἓν νοεῖται ἀντὶ τοῦ πρότερον καὶ οὐδὲ ἔχει ὡρισμένην τὴν σύνταξιν, τὸ δὲ ἕτερον μετὰ ἀπαρεμφάτου ῥήματος συντάσσεται ταὐτὸν ὂν τῷ πρὸ τοῦ γενέσθαι τόδε τι· οἷον «οὐ πρὶν Ἀπόλλων λοιμοῦ χεῖρας ἀφέξει πρὶν ἀποδοῦναι» ἤγουν πρὸ τοῦ ἀποδοῦναι τῷ Χρύσῃ τὴν παῖδα· καὶ «ἄνυσις οὐκ ἔσεται, πρὶν Ἄργοσδε ἰέναι πρὶν γνῶναι τὴν Διὸς βουλήν». καὶ «μή τις πρὶν οἶκόνδε ἐπειγέσθω πρὶν πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι». (v. 98 s.) Ἰστέον δὲ ὅτι δοῦναι μὲν ἐπὶ ἁπλῶς ἑκουσίου δόσεως, ὅθεν καὶ τὸ δῶρον, ἀποδοῦναι δὲ ἐπὶ τῶν χρεωστικῶς διδομένων, ὡς καὶ ὁ Δημοσθένης οἶδε, καθὰ εἰρήσεται. καὶ οὕτως ἀποδόμεναι ὁ βασιλεὺς λέγεται τὴν ἑλικώπιδα κόρην, οὐχ' ἑκὼν δηλαδή, ἀπριάτην, ἀνάποινον. ἐπιδιδόναι δέ ἐστι τὸ ἐπέκεινα τῶν προϋπαρχόντων δοῦναί τι. τὸ δὲ ἀπριάτην, ἀνάποινον, ἐπιρρήματά φασιν οἱ παλαιοὶ ἀντὶ τοῦ ἀπριάδην καὶ ἀναποίνως ἤγουν δίχα τοῦ πρίασθαι καὶ δίχα ἀποίνων. Τὸ δὲ ἀποδόμεναι δηλοῖ μὲν τὸ ἀποδοῦναι καὶ γίνεται ἐπενθέσει τῆς με συλλαβῆς. πῶς δὲ διασκευάζεται, ῥηθήσεται ἐν τοῖς ἑξῆς. Ὅτι ἑλίκωπες μὲν Ἀχαιοὶ οἱ τὰς κώπας ἑλίσσοντες ἤγουν ναυτικοί· ἤ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, οἱ πρὸς τὴν Ἑλίκην, τὸ ἄστρον, τὴν καὶ μεγάλην ἄρκτον λεγομένην, τοὺς ὦπας ἔχοντες καὶ ἀφορῶντες καὶ πρὸς ἐκείνην πλέοντες· ἢ οἱ ἀξιοθέατοι καὶ ἑλίσσοντες τοὺς ὦπας τῶν βλεπόντων εἰς ἑαυτούς. κούρη δὲ ἑλικῶπις καὶ διὰ τοῦτο μὲν τὸ ὕστερον ἡ ἀξιοθέατος δηλαδὴ καὶ τοὺς ἐραστὰς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
