# Commentarii ad Homeri Iliadem 1.99

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/1.99

ἀλλὰ τὴν φρόνησιν. (v. 116) Ὅτι ἐν τῷ «ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν», περισπᾶται παρὰ τοῖς παλαιοῖς τὸ «ὧς». φέρεται γὰρ ἐν τοῖς Ἡροδώρου καὶ Ἀπίωνος, ὅτι τὸ ὧς, ὅτε δηλοῖ τὸ ὅμως, περισπᾶται. ὅρα δὲ τὸ τοῦ βασιλέως σεμνόν. εἰ γὰρ καὶ ὁ Κάλχας δεῖν ἔφη ἀποδοῦναι τῷ πατρὶ τὴν κόρην, ἀλλ' ὁ βασιλεὺς δώσειν αὐτήν φησιν, ἑκουσίως δηλαδή, οὐ μὴν ἀποδώσειν, δηλονότι ἀκουσίως. οὕτω γὰρ πρὸ ὀλίγου ἐρρέθη διαφέρειν τὸ διδόναι καὶ ἀποδιδόναι. καὶ Δημοσθένης οὖν λέγει που περὶ Φιλίππου, ὡς εἰ μὲν ἀποδίδωσι τὸν δεῖνα τόπον, ὡς ἡμέτερον ληψόμεθα· εἰ δὲ δίδωσι, ὡς χαριζόμενος ἑκουσίως οἰκεῖόν τι, οὐ ληψόμεθα. καὶ δίδωσι μὲν ὁ τοιοῦτος λόγος ἀφορμὰς παιγνίων τοῖς κωμικοῖς· ὅμως δὲ τοιαύτην ἔχουσιν αἱ λέξεις αὗται διαφοράν. Τὸ δὲ πάλιν ἀντὶ τοῦ ἔμπαλιν καὶ ὀπίσω καὶ ἐξ ἀρχῆς νοεῖται ἐκφανέστατα. οὐ γὰρ λέγει ὁ βασιλεὺς ἐκ δευτέρου δώσειν τὴν Χρυσηΐδα, ἀλλὰ πάντως εἰς τὰ ὀπίσω πέμψειν τῷ πατρί. (v. 117) Ὅτι τὸ «βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι» οὐ σεμνῶς, ἀλλ', ὡς οἱ παλαιοί φασιν, εὐήθως ἤγουν ἁπλοϊκῶς καὶ ἀφελῶς εἶπεν ὁ Ἀγαμέμνων. ὃ καὶ Πρίαμος ἂν εἴποι ὁ τοῖς Ἕλλησιν ἔχθιστος. κἀκεῖνος γὰρ διὰ τὸ φύσει καλὸν ἕλοιτ' ἂν σόον εἶναι τὸν Ἕλληνα στρατόν, εἰ μόνον ἀπόσχοιντο τοῦ πολιορκεῖν. οὐκ ἔχει οὖν ὑψηλόν τι καὶ σεμνὸν ὁ λόγος, ἀλλὰ καὶ τοῦτο, καθὰ καὶ ἄλλα τινὰ πρὸ τούτου, ἠθικῶς ὁ βασιλεὺς καὶ οὕτως ἁπλῶς ἐπελθὸν αὐτῷ εἴρηκεν ὡς ἐν ἀγωνίᾳ καὶ θυμομαχίᾳ. τινὲς δὲ οὕτω θεραπεύουσι τὸ νόημα· βούλομαι σόον εἶναι τὸν λαόν· ἤ, εἰ μὴ τοῦτο γένηται, ἀπολέσθαι ἂν βουλοίμην αὐτός. ἐνταῦθα δέ φασιν οἱ παλαιοί ὡς, εἰ μὲν νοηθείη τὸ «ἢ ἀπολέσθαι» ἀντὶ τοῦ ἤπερ, διασαφητικός ἐστιν ὁ ἢ σύνδεσμος· ἐὰν δὲ ἀντὶ τοῦ «καὶ ἀπολέσθαι ἐμέ», παραδιαζευκτικὸς κατὰ τὸν Πορφύριον. [Ἰστέον δὲ καὶ ὅτι ἐκ τῆς Ὁμηρικῆς ἐννοίας τοῦ «βούλομ' ἐγώ» καὶ ἑξῆς, ὠφελημένος ὁ περιᾳδόμενος Φωκίων ἐν τῷ μέμφεσθαι τοῖς Ἀθηναίοις ἀγνωμονοῦσιν ἔφη ἐπ' ἐκκλησίας τὸ «βούλομαι μᾶλλόν τι ὑφ' ὑμῶν παθεῖν αὐτὸς ἢ κακόν τι δρᾶσαι αὐτὸς εἰς ὑμᾶς». ἔνθα ὅρα καὶ τὸ μᾶλλόν τι ὅμοιον ὂν τῷ ὁμοῦ τι καὶ μή τι καὶ οὔ τι καὶ οὕτω τι καὶ τοῖς ὁμοίοις. ἔτι δὲ ὅρα καὶ αὐτὸ τὸ μᾶλλον χαρακτηριστικὸν ὂν τοῦ, ὡς ἐρρέθη, διασαφητικοῦ τοῦ «ἢ ἀπολέσθαι». ἔστι γάρ, φασί,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
