# Commentarii ad Homeri Iliadem 2.110

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.110

εἰπεῖν «σοὶ δὲ τοῦτον ἀνῆκεν ἡ Ἀθηνᾶ νήπιον» κατὰ πτῶσιν αἰτιατικήν, προέκρινε δὲ τὸ καινόσχημον. (v. 408) Ἰστέον δὲ ὡς, εἰ καὶ ἀφελὴς ἔννοια τὸ «οὐδέ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσιν», ἀλλ' ἔχει ἄλλως ὕψος ὁ λόγος διὰ τὸ τῆς γνώμης ἔνδοξον. διδάσκει γὰρ ὅτι τῶν θεομάχων οἱ παῖδες ταχὺ ὀρφανίζονται. Ὠνοματοπεποίηται δὲ τὸ παππάζειν, ὡς καὶ τὸ ποππύζειν, καὶ δηλοῖ τὸ βρεφικῶς προσφθέγγεσθαι τὸν πατέρα. Ἐκ δὲ τῆς λέξεως ταύτης καὶ ὁ πάππος, καὶ πάππας, αὐτὸς ὁ πατήρ, πᾶς λεγόμενος μονοσυλλάβως κατὰ βρέφους προσφώνησιν, καθά φασιν οἱ παλαιοί, ὥσπερ καὶ μᾶ ἡ μήτηρ, καὶ κατὰ ἀναδιπλασιασμὸν πάπας καὶ παπίας, ὡς μαμμία ἡ ῥηθεῖσα μᾶ. Ἐνταῦθα δὲ χρήσιμον καὶ τὸ τοῦ Ἀρριανοῦ εἰπόντος ἐν Βιθυνιακοῖς, ὅτι ἀνιόντες εἰς τὰ ἄκρα τῶν ὀρῶν Βιθυνοὶ ἐκάλουν πάπαν τὸν Δία καὶ Ἄττιν τὸν αὐτόν. Ὁμοίως καὶ Ἡροδότου τὸ «καλεῖται Ζεὺς ὑπὸ Σκυθῶν ὀρθότατα Παπαῖος». ἐξ ὧν συνάγεται θείαν εἶναί τινα λέξιν τὸ πάπας καὶ πάππος καὶ τὰ τοιαῦτα. Ἰστέον δὲ καὶ ὅτι ὁμώνυμος ὢν ὁ πάππος δηλοῖ, ὡς ἐξ ὁμοιότητος ἴσως τοῦ παρ' ἡμῖν προγόνου γέροντος πάππου, καὶ τὸ ἀκάνθινον ἐν ξηρότητι πολίωμα, ὅπερ Ἄρατος λευκῆς γήρειον ἀκάνθης λέγει. καὶ ὅτι παππάζειν μὲν ἐπὶ μόνων ἀνθρώπων, ποππύζειν δὲ καὶ ἐπὶ ἀλόγων. οὐ γὰρ μόνον τροφέες βρέφη, ἀλλὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
