# Commentarii ad Homeri Iliadem 2.116

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.116

»Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, ὅττι κεν εἴπω» καὶ τὰ ἑξῆς. οἱονεὶ γὰρ πρὸς τὸν πολύνουν ἀκροατὴν ἐνταῦθά φησιν ὁ ποιητὴς ὡς, εἰ καὶ μὴ καιρὸς ἱλαρότητος ἐνταῦθα, ὅμως διὰ τὰ πρόσωπα τὰ ὑποκείμενα χρηστέον λόγῳ κερτόμῳ. συγγνώμην οὖν ζητεῖ τρόπον τινὰ ἐπὶ τῇ κερτομίᾳ καὶ συγγινώσκεται πρός γε Διός, ἤτοι τοῦ ὀρθὰ νοοῦντος. Ὅρα δὲ καὶ ὅπως ἀστεῖος ὁ λόγος καὶ πολυειδής. Προαγωγείαν τε γὰρ καταλέγει τῆς Κύπριδος καὶ ψεκτὴν φιλανδρίαν αὐτῆς ὑπολαλεῖ τὴν ἐπὶ τοῖς βαρβάροις Τρωσὶ καὶ ἀδικίαν αὐτῆς ἐμφαίνει τὴν ἐπὶ τῇ ἁρπαγῇ τῆς Ἑλένης καὶ μαλακότητα δὲ κατηγορεῖ, ὡς ἐπὶ πληγῇ οὐκ ἀξιολόγῳ ἀχθομένης ἀλλ' ἐπὶ μόνῳ ξέσματι. (v. 425) Τοῦτο γὰρ δηλοῖ τὸ ἀμύσσεσθαι, ἐξ οὗ καὶ ἡ ἀμυχή γίνεται, ὡς τὸ «ἀμυχὰς ξεσμάτων ἐπιφερόμενος», καὶ τὸ ἄμυγμα, οἷον «πολιᾶς ἀμύγματα χαίτης». Ὥσπερ δὲ τὸν ὑπὸ ὀϊστοῦ οὐκ ἐν καιρίῳ βληθέντα σκώπτων τις εἴποι ἂν τυχὸν ὑπὸ μυίας δηχθῆναι, οὕτω πως ἡ Ἀθηνᾶ τὴν τοῦ δόρατος ἐνταῦθα πληγὴν ἀμυχῇ περόνης εἰκάζει, ἣν ἐν τοῖς στήθεσιν ἐφόρουν αἱ παλαιαὶ γυναῖκες, δι' ἧς τὸ κεχηνὸς τοῦ πέπλου συνήγετο, Δωριέων καταρξάντων τοῦ τοιούτου ἱματισμοῦ. Φησὶ γοῦν Ἡρόδοτος γυναικείαν ἐσθῆτα Δωρίδα τὴν ἔχουσαν περόνας. τοιαύτη δέ, φησίν, ἡ ἀρχαία πᾶσα ἐσθὴς τῶν γυναικῶν. τὸν δὲ λίνεον, φησί, χιτῶνα αἱ περὶ τὴν Καρίαν εἶχον. Σημείωσαι δὲ καὶ ὅτι καλῶς οὐ τῇ Ἥρᾳ δέδοται ὁ ῥηθεὶς σκωπτικὸς λόγος. ἦν γὰρ σεμνοτάτη καὶ καθ' Ὅμηρον πρεσβυτάτη καὶ οὐ πρέπουσα τοιούτοις λόγοις. ἡ Ἀθηνᾶ δὲ κερτομεῖ ὡς καὶ νεωτέρα καὶ τῇ Ἀφροδίτῃ πάντῃ ἀντίθετος, κατὰ μῦθον μὲν ὡς καθαρὰ μοιχαλίδι, κατὰ δὲ ἀλληγορίαν ὡς ἂν ἀντιπίπτοι τῇ ἀλογίᾳ ἡ φρόνησις Ἀθηνᾶ. Ὅτι δὲ οὐκ ἀξιόλογα πάνυ τὰ τῆς πληγῆς τῆς Ἀφροδίτης, δηλοῖ καὶ τὸ μὴ δεηθῆναι αὐτήν, ὡς εἴρηται, τοῦ Παιήονος. (v. 424 s.) Ὅρα δὲ καὶ ὅτι μετὰ τὸ Ἀχαιϊάδων ὀλίγον τι ἐπεμβαλὼν εὐθὺς χάριν σαφηνείας ἐπανέλαβεν, εἰπών· τῶν τινα, ἤγουν τούτων τῶν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
