# Commentarii ad Homeri Iliadem 2.120

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.120

ὥσπερ καὶ τὸ ὁμοῖος ἔν τε ἄλλοις καὶ ἐν Ὀδυσσείᾳ, ὃ πάντως ἀναλογώτερον τοῦ ὅμοιος. [Ὅρα δὲ καὶ ἐνταῦθα ἐν τῷ «ἶσα φρονέειν», καὶ ἐν τῷ «φῦλον ὁμοῖον» τὸ ἶσον ἀντὶ τοῦ ὅμοιον ληφθέν, καθὰ καὶ πρὸ βραχέων. Δῆλον δὲ ὡς Ὅμηρος μὲν ἐκτείνει τὴν ἄρχουσαν τοῦ ἶσος, οἱ δὲ τραγικοὶ συστέλλουσιν.] (v. 446) Ὅτι καὶ ἐνταῦθα θηλυκῶς ἡ Πέργαμος παρ' Ὁμήρῳ ἐπὶ τῆς Τρωϊκῆς ἀκροπόλεως, ἐν ᾗ καὶ ναὸς Ἀπόλλωνος. Φησὶ γοῦν «Περγάμῳ ἐν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο», καὶ μετ' ὀλίγα «Περγάμῳ ἄκρῃ». Μέγας δὲ ἔοικεν εἶναι ὁ ῥηθεὶς ναός. (v. 447 s.) Διό φησιν· ἐν μεγάλῳ ἀδύτῳ κύδαινον, τὸν Ἀπόλλωνα δηλαδή, Λητὼ ἡ μήτηρ καὶ Ἄρτεμις ἡ ἀδελφή. Τοῦτο δὲ ῥηθείη ἂν καὶ ὅταν ἐν ἀδύτοις ἱεροῖς που γεραίρηταί τις ἀνὴρ ἀρχικός. (v. 449) Ὅτι τὸ τοῦ Αἰνείου εἴδωλον, ὅπερ ὁ Ἀπόλλων, ἤτοι ὁ ἥλιος, ἔτευξεν, ἐφ' ᾧ μάχονται Τρῶες καὶ Ἕλληνες, ἡ φαντασία ἐστίν, ἥτις ἐκ τῆς ὑφ' ἡλίῳ ὄψεως καὶ θέας Αἰνείου ἐναπέμεινε τοῖς στρατεύμασι, καὶ ἡ τοῦ ἥρωος, ὡς εἰπεῖν, ἀνειδωλοποίησις, ἣν ἔτι ἐν ἑαυτοῖς φέροντες ὁ στρατὸς ἐκ τοῦ εἰσάπαξ ἐρεθισμοῦ καὶ ἀναπολοῦντες εἰς νοῦν ὡς ἐν εἰδωλοποιΐᾳ τὸν κείμενον, συνεκρότουν βαρὺν ὡς ἐπὶ παρόντι αὐτῷ δὴ ἀληθῶς τῷ Αἰνείᾳ τὸν πόλεμον, κἂν ἐκεῖνος ἀνήρπαστο. Οἱ δὲ παλαιοὶ ἄλλως τὸν μῦθον τοῦτον σεμνολογοῦντές φασι κατὰ πρῶτον λόγον εἴδωλον εἶναι τὸν πάντα τοῦτον κόσμον ὡς τύπον τινὰ τοῦ ὄντως ὄντος, κοσμούμενον μὲν καὶ ὑπὸ ἄλλων θειοτέρων ἐγκοσμίων, μάλιστα δὲ ὑπὸ τοῦ ἡλίου. Εἶτα καὶ τὸ τοῦ Αἰνείου τούτου εἴδωλον τοιοῦτόν τι νοοῦσιν, υἱοῦ μὲν ὄντος τῆς περικαλλοῦς Ἀφροδίτης, ἀνδρὸς δὲ καλοῦ ἐγχωρίου, καὶ ἀλ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
