# Commentarii ad Homeri Iliadem 2.130

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.130

καλόν ἐστι ῥηθῆναι τὸ «πῇ δή τοι μένος οἴχεται, ὃ πρὶν ἔχεσκες;» Πρὸς δὲ τοὺς μὴ εὑρισκομένους ἐν τῷ ψηλαφᾶσθαι οἰκεῖον τὸ «τῶν οὔ τινα ἐγὼν ἰδέειν δύναμαι οὐδὲ νοῆσαι». εἰ δὲ καὶ φεύγουσιν ἀντίπαλόν τινα οἱ ψηλαφώμενοι, προσθετέον καὶ τὸ «ἀλλὰ πτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα». Ὁ δὲ διὰ φιλίαν ἀποδημήσας καὶ τὰ φίλτατα λιπὼν καλῶς ἂν εἴποι τὸ «ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱὸν κὰδ δὲ κτήματα πολλά». Πτωχεύων δέ τις ἐν ἀλλοτρίᾳ ἐρεῖ, ὅτι οὔ τι μοι ἐνθάδε τοῖον, οἷον ἠὲ φέροιέν τινες ἢ ἄγοιεν. (v. 483 s.) Ὅρα δὲ καὶ τὸ «τοῖον οἷον», σχῆμα ὂν κάλλους ποιητικόν, ὁμοίως τῷ «Σαμία μία ναῦς» καὶ «ταμία μία», καὶ τοῖς τοιούτοις, ὅπερ ἐπαναστροφὴν καλοῦσιν οἱ ῥήτορες. (v. 487 s.) Ὅτι κἂν ἁπλοϊκῶς διαιτωμένους Ὅμηρος παρεισάγῃ τοὺς ἥρωας, ἑφθοῖς τε χρωμένους κρέασι καὶ μάλιστα ὀπτοῖς, ἐξ ὧν διὰ τὸ πολὺ τῆς χρήσεως καὶ τὸ ὀπτανεῖον παρῆκται, ἀλλ' οἶδεν, ὥσπερ τὴν τῶν οἰωνῶν αἱμύλην, φασίν, ἄγραν καὶ χρῆσιν, οὕτω καὶ τὴν ἰχθυοφαγίαν. Ἐνταῦθα οὖν λέγει διὰ τοῦ Σαρπηδόνος τὸ «μή πως ὡς ἀψῖσι λίνου ἁλόντες πανάγρου ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένοισθε». Ἀψῖδες δὲ δικτύου αἱ καμπαὶ καὶ ἀγκάλαι. Ἰστέον δὲ ὅτι σπάνιον τοῖς ἥρωσι καὶ ἡ τῶν ἰχθύων ἄγρα, ὥσπερ καὶ ἡ τῶν πτηνῶν. καὶ οὐκ ἦσαν ὑδροθῆραι παρ' αὐτοῖς, εἰ μὴ ἄρα ἐν λιμῷ, ὡς ἐν Ὀδυσσείᾳ παρατετήρηται. Σημείωσαι δὲ καὶ ὅτι οἱ πανωλεθρίᾳ περιπίπτοντες οὐκ ἀφυῶς ἂν λέγοιντο ἀψῖσι λίνου πανάγρου ἁλίσκεσθαι. Τοιαύτης δέ τινος ἐννοίας ἔχεται καὶ τὸ εἰπεῖν σαγηνευθῆναί τινας ὑπὸ πολεμίων. Ὅρα δὲ τὸ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
