# Commentarii ad Homeri Iliadem 2.144

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.144

θαρρύνων, ὃ πᾶς τις ἂν ποιήσειεν, ἀλλὰ καὶ ἔργου προάρχων, ὡς καὶ πρὸ μικροῦ ἐποίουν οἱ ἥρωες τούς τε ἄλλους ὀτρύνοντες καὶ αὐτοὶ μένοντες. Ἐνταῦθα δὲ σημείωσαι καὶ αἰδοῦς ἔπαινον, ὅπως σωτηρία ἐστὶ τοῦ στρατεύματος, ὥσπερ αὖ πάλιν ψόγον φυγῆς ὡς ὀλεθρίου. Ὅρα δὲ καὶ ὅπως ἐν ἑνὶ τούτῳ τόπῳ καὶ περισπωμένως οἶδε καὶ βαρυτόνως τὸ ῥῆμα τῆς αἰδοῦς ἐν τῷ αἰδεῖσθε ὡς ποιεῖσθε, καὶ ἐν τῷ αἰδομένων ὡς ᾀδομένων, ὁποῖόν τί ἐστι καὶ τὸ τῆς μάχης ῥῆμα, ὡς πολλαχοῦ φαίνεται. καὶ αὐτὸ γὰρ καὶ περισπᾶται καὶ βαρύνεται, καθὰ σὺν ἄλλοις προδεδηλωμένοις καὶ τὸ ὀμιχῶ ὀμιχήσω. Ἔστι γὰρ βαρυτόνως ὀμίχω, ὡς δῆλον ἐκ τοῦ «ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλησεν». Οὕτω δὲ καὶ εἰλῶ καὶ εἴλω ἐν τόπῳ ἑνὶ ὁμοῦ, οἷον «εἰλομένων», «εἴλει δὲ ὁ δεῖνα». (v. 535 s.) Ὅτι πρὸ μικροῦ μὲν ὁ Αἰνείας ἶσον ἐρρέθη τιμᾶσθαι τῷ Πριαμίδῃ Ἕκτορι, ἐνταῦθα δὲ τοῦ Αἰνείου ἑταῖρόν τινα κτείνει ὁ Ἀγαμέμνων, ὃν οἱ Τρῶες ὁμῶς Πριάμοιο τεκέεσσιν ἐτίμων. Διὰ τί; ἐπεί, φησί, θοὸς ἦν μετὰ πρώτοισι μάχεσθαι. Καὶ δοκεῖ μὲν τοῦτο μείζονος τιμῆς ἢ καὶ ἴσης τῷ Αἰνείᾳ εἶναι δηλωτικόν, ἔστι δὲ ἄλλως τὸ τοῦ Αἰνείου ἐνδοξότερον. καὶ γὰρ ὁ Ἄρης εἶπεν ἐκεῖ, ὅτι κεῖται ἀνήρ, ὁ Αἰνείας δηλαδή, ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ, ἤγουν ὃν καθὰ καὶ τὸν Ἕκτορα οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ θεοὶ ἐτιμῶμεν. εἰ τοίνυν καὶ θεοῖς τιμᾶται ὁ Αἰνείας, πλέον ἄρα τιμᾶται ἤπερ ὁ ἑταῖρος αὐτοῦ ὁ τοῖς Πριαμίδαις ἐπίσης τιμώμενος. ἔτι δὲ οὗτος μὲν ὡς θοὸς μαχητὴς καί, ὡς εἰπεῖν, βοηθόος τιμᾶται, ὁ δὲ Αἰνείας καὶ ὡς εὐγενής. Ὅρα δὲ ὡς παρακολουθεῖ καὶ τῇ ἀνδρίᾳ καθὰ καὶ ταῖς λοιπαῖς ἀρεταῖς τιμή, ὡς οἷά τις ἀδάπανος ἀμοιβή. [(v. 539) Ὅτι νείαιρα γαστήρ οὐ μόνον, δι' ἧς τὰ σιτία νέονται, ὅ ἐστι πορεύονται, ἀλλὰ καὶ ἡ ἐσχάτη. ὅθεν καὶ ἡ γυναικεία ὑστέρα μετείληπται.] (v. 543—5) Ὅτι Φηρά, πόλις Μεσσηνιακὴ κατὰ Πελοπόννησον, ἐν ᾗ Διοκλῆς τις ἦν, ὁ καὶ ἐν Ὀδυσσείᾳ κείμενος, ἀφνειός, γένος ἐκ ποταμοῦ Ἀλφειοῦ, ὃς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
