# Commentarii ad Homeri Iliadem 2.160

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.160

διὰ τῆς πήρας ἐρεῖ διπλασιάσας τὸ κ, εἰ βούλεται, ὅτι «σάκκος δ' ἀνεδέξατο πολλά». Καὶ μὴν οἱ παλαιοὶ καὶ τὸν σάκκον φασὶ καὶ δι' ἑνὸς γράφεσθαι κ, ὃν καὶ σάκταν φασί, καθὰ δηλοῖ καὶ ὁ Κωμικός, ὡς ἀπὸ τοῦ σάττω, τὸ φορτίζω. (v. 622) Ἰστέον δὲ καὶ ὅτι τὸ «ἐπείγετο γὰρ βελέεσσιν» οἰκεῖον εἰπεῖν καὶ ἐπὶ τοῦ πολλὰ ὀχλουμένου ἢ διαβαλλομένου. Ἀφελῶς δὲ ὡς οἷα ἐμψύχοις τοῖς βέλεσιν οἰκειοῦται τὸ ἐπείγειν, ἐξ οὗ καὶ οἱ ἐργεπεῖκται λέγονται. (v. 623) Ἀμφίβασιν δὲ καὶ ὧδε ἐπὶ βοηθείας καὶ σκέπης τέθεικεν, ὡς καὶ ἐν τῷ «ὃς Χρύσην ἀμφιβέβηκας», τῆς λέξεως ἐκ τῶν τετραπόδων ζῴων καὶ νῦν, ὡς καὶ ἐν ἄλλοις μυρίοις, ληφθείσης, ἅπερ ἀμφιβαίνουσιν, ἤγουν ἀμφὶ τὰ σκυμνία βαίνουσιν, ὑπερμαχοῦντα ἐκείνων. [Κρατερὴ δὲ ἀμφίβασις ἡ γενναία, ἡ βιαία, ἡ καθ' Ὅμηρον εἰπεῖν κρείσσων. Οὕτω δὲ καὶ μετ' ὀλίγα ὑσμίνην ἐρεῖ κρατερήν, ὁμοίως δὲ καὶ μοῖραν κραταιήν.] (v. 625) Ὅρα δὲ καὶ ὅτι τὸν Αἴαντα τοῖς ἐπιθέτοις σεμνύνει. οὐ γὰρ κατὰ φυσικὴν κάκην ἀλλ' ἀναγκαίαν περιπέτειαν ἔπαθε τὴν φυγήν. Καὶ ἤρκει μὲν εἰς ἔπαινον καὶ μόνον τὸ μέγαν, ἐπεὶ καὶ μέγας Αἴας αὐτὸς καὶ μείζων κατ' ἐξοχὴν ἐλέγετο. πρὸς διαστολὴν δὲ ὅμως τοῦ κατὰ βουγάϊον μεγάλου προσεπήχθησαν τὸ ἴφθιμον καὶ τὸ ἀγαυόν. (v. 626) Περὶ δὲ τοῦ «χασάμενος πελεμίχθη» προγέγραπται. [(v. 620) Περὶ δὲ τοῦ λάξ, ὃ καὶ ἐν Ὀδυσσείᾳ κεῖται, δηλωθήσεται που ἐν τοῖς ἑξῆς.] Ὅτι διδάσκει καὶ ἐνταῦθα ὁ ποιητὴς μὴ ἐπὶ μόνοις τοῖς ἐκ πατέρων ἀγαθοῖς ἐπαίρεσθαί τινα, ἐν δευτέρῳ τῆς ἀνδραγαθίας τὴν πατραγαθίαν τιθέμενον. τὸν γοῦν μὴ γενναῖον Τληπόλεμον, ἐπὶ τῷ ἀνδρειοτάτῳ πατρὶ Ἡρακλεῖ μέγα φρονοῦντα, ἱστορήσει ὑπὸ Σαρπηδόνος ἀναιρεθῆναι, ὃν ἐξευτελίζων ὡς δειλὸν καὶ ἀπειροπόλεμον ὁ Τληπόλεμός φησι (v. 633—7) «Σαρπῆδον, [Λυκίων βουληφόρε,] τίς τοι ἀνάγκη πτώσσειν, ἔνθαδ' ἐόντι, μάχης ἀδαήμονι φωτί;» λέγων καὶ ὅτι «ψευδόμενοι δέ σέ φασι Διὸς γόνον εἶναι, ἐπεί», φησί, «πολὺ κείνων ἐπιδεύεαι ἀνδρῶν, οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων» καὶ τὰ ἑξῆς.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
