# Commentarii ad Homeri Iliadem 2.167

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.167

παθητικῶς λεχθέν, ἡ δὲ κοινὴ χρῆσις ἀνέσχε χεῖρά φησι καὶ ἔγχος καὶ τὰ ὅμοια. Λέγει δὲ καὶ μετοχὴν παθητικὴν ἀνασχόμενος. δῆλον δὲ ὡς οἶδε καὶ τὰ ἐνεργητικά, ἤγουν τὸ ἀνέσχε καὶ τὸ ἀνασχών. (v. 656) Ὅτι ἁμαρτῇ, τουτέστιν ὁμοῦ, ὅ τε Σαρπηδὼν καὶ ὁ Τληπόλεμος ἀφῆκαν δούρατα μακρὰ κατ' ἀλλήλων, καὶ ὁ μὲν αὐχένα μέσον βληθεὶς τέθνηκε, (v. 660—7) Σαρπηδὼν δὲ μηρὸν ἀριστερὸν βάλλεται καὶ ἡ αἰχμὴ τῷ ὀστέῳ ἐγχρίμπτεται, οὐ θνῄσκει δέ, ἀλλὰ δῖοι ἑταῖροι ἐξέφερον αὐτὸν πολέμοιο, ταμιευόμενον ἀλλαχοῦ εἰς ἀναίρεσιν τῷ Πατρόκλῳ. Διό φησι «πατὴρ δ' ἐπὶ λοιγὸν ἄμυνε. βάρυνε δέ», φησίν, «αὐτὸν δόρυ μακρὸν ἑλκόμενον. οὐ γάρ τις ἐπεφράσατο οὐδ' ἐνόησε» μηροῦ ἐξελκῦσαι αὐτό, «ὄφρ' ἐπιβαίη, σπευδόντων», τουτέστιν ὀρθὸς σταίη, «τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες». Καὶ σημείωσαι ὅπως ἡ σπουδὴ καὶ ἀγωνία ἐκκρούει τινὰς τοῦ δέοντος. Ἰστέον δὲ ὅτι τὸ ἁμαρτῇ, ὃ γίνεται ἀπὸ τοῦ ἅμα καὶ τοῦ ἀρτῶ, ἡ μὲν συνήθεια περισπᾷ, ὡς τὸ εἰκῇ, πολλαχῇ, καὶ ὅσα τοιαῦτα, ἐν οἷς καὶ τὸ ἡσυχῇ, καὶ βῆ—ὄνομα φωνῆς προβάτου ὀνοματοποιηθέν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται—, Ἀρίσταρχος δὲ ὀξύνει, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται, λέγων ἐκ τοῦ ἁμαρτήδην συγκοπῆναι αὐτό. Ἰστέον δὲ ὡς, εἰ καὶ ὁμαρτῇ τὸ ῥηθὲν ἐπίρρημα γράφεται κατά τινα τῶν ἀντιγράφων, ἔχεται λόγου διὰ τὸ καὶ τὸ ἀκολουθεῖν ἁμαρτεῖν τε λέγεσθαι διὰ τοῦ α καὶ ὁμαρτεῖν διὰ τοῦ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
