# Commentarii ad Homeri Iliadem 2.183

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.183

ἄντυγα καὶ ἴτυν καὶ κύκλον ἀρσενικῶς ἢ οὐδετέρως καὶ ἁψῖδα ἢ ἅψιν εἰπεῖν καὶ ὅτι καὶ οὐρανοῦ ἄντυξ, ὥσπερ καὶ ἁψίς, εὕρηται τροπικώτερον.] (v. 733—7) Ὅτι Ἀθηνᾶ «πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσί», τουτέστιν ὃν καμοῦσα ἐποίησεν. ἐνδῦσα δὲ τὸν τοῦ Διὸς χιτῶνα ἐθωρήσσετο εἰς πόλεμον. Καὶ τιθέασιν ἐνταῦθα οἱ παλαιοὶ ἀστερίσκον, ὅς ἐστιν ἀστέρος σημεῖον χιαστόν, ἔχων ἐν ταῖς τέσσαρσι γωνίαις στιγμάς, οὕτω ※ καὶ τίθεται ἐπὶ τῶν ἄριστα ἐχόντων ἐπῶν καὶ ἀστεροειδῶς οἱονεὶ λαμπόντων, ὡς ἐν καλῷ τόπῳ κειμένων. Καὶ λέγουσιν ὅτι ἐνταῦθα μὲν καλῶς ταῦτα λέγει καὶ κατὰ καιρὸν ὁ ποιητής, ἐν δὲ τῇ κόλῳ μάχῃ, ἤγουν τῇ Θ ῥαψῳδίᾳ, οὐ δεόντως. ἀριστεία γὰρ ἐκεῖ τῆς Ἀθηνᾶς μεγάλη οὐ φαίνεται. Κόλον δὲ μάχην ἤτοι κολοβὴν τὴν Θ ῥαψῳδίαν καλοῦσι διὰ τὴν ἐκεῖ ῥηθησομένην αἰτίαν. (v. 734) Ἔστι δὲ πέπλος καὶ ἐνταῦθα γυναικεῖος χιτών, ὃν οὐκ ἐνεδύοντο ἀλλ' ἐπερονῶντο, καὶ τῆς περόνης ἀρθείσης καταρρέων αὐτὸς εἰς τὸ ἔδαφος φαίνεται. Διὸ καὶ Ὅμηρος ἐνταῦθά φησι «πέπλον ἑανόν», περὶ οὗ προείρηται, «κατέχευεν ἐπ' οὔδει». καὶ ἄλλως δὲ τὸ «κατέχευε» τὴν τρυφερότητα τοῦ πέπλου δηλοῖ. Γίνεται δὲ παρὰ τὸ πρέπω πρέπαλος, ὁ ἐκπρεπὴς καὶ λαμπρός, καὶ ἀφαιρέσει πέπαλος καὶ συγκοπῇ πέπλος. Ὅτι δέ ποτε καὶ ἐπὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
