# Commentarii ad Homeri Iliadem 2.2

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.2

τὸν βασιλέα. Διὸ οὐ μόνον οὐκ ἐγγὺς ἵσταται τῶν τοῦ πολέμου γεφυρῶν, ὡς φευξόμενος, ἀλλὰ καὶ μέσον γίνεται, ὅπου πλεῖστοι ἐκλονοῦντο. καὶ τοῦτό ἐστιν ἡ θαρσύνουσα αὐτὸν Ἀθηνᾶ, ἤγουν ἡ τοῦ δέοντος φρόνησις. καὶ ἰδοὺ εἰς ἶσον ἥκει τῷ πατρί, εἴγε κατὰ τὸν λόγον τοῦ βασιλέως καὶ ὁ Τυδεὺς ἐπιτάρροθον εἶχε τὴν Ἀθηνᾶν. οἱ δὲ παλαιοί φασιν ἐνταῦθα καὶ ὅτι ἀρετῇ καὶ θυμῷ καὶ φιλοδοξίᾳ παρώξυνται ὁ Διομήδης, ὡς ἐκ τῶν ἐφεξῆς δειχθήσεται. (v. 1—3) Ὅτι ἡ Ἀθηνᾶ ἔδωκε τῷ Διομήδει μένος καὶ θάρσος, ἵν' ἔκδηλος μετὰ πᾶσιν Ἀργείοισι γένοιτο, μένος μὲν κατὰ σῶμα, θάρσος δὲ κατὰ ψυχήν, οὐχ' ὡς πρότερον μὴ ἔχοντι, ἀλλὰ τὰ ἔμφυτα ἐπαυξάνουσα· ὧν ἑκάτερον θατέρου χωρὶς ἀλυσιτελές. δύναμίς τε γὰρ θάρσους χωρὶς ἀκινητίζειν ποιεῖ καὶ θάρσος δίχα δυνάμεως εἰς κενὸν σαλεύει τὸν ἄνθρωπον, ἄμφω δὲ εἰς ἓν ἐλθόντα τὸν ὄντως ἀνδρεῖον ἀποτελεῖ. Ὅτι δὲ χρεία τῷ ἀνδρείῳ καὶ θάρσους, δηλοῖ καὶ ὁ εἰπών, ὅτι κρεῖσσον πάντα θαρσέοντα ἥμισυ τῶν δεινῶν πάσχειν μᾶλλον ἢ πᾶν χρῆμα προδειμαίνοντα μηδαμοῦ μηδὲν παθεῖν. (v. 2) Ἔστι δὲ θάρσος, ἐπίτασις θαρραλέα ἢ κατὰ Στωϊκοὺς τὸ ἀσφαλῶς πεποιθέναι καὶ εὔελπιν εἶναι, ὅτι οὐδενὶ ἂν περιπέσοι δεινῷ. καὶ οἱ ἐκ τοῦ Περιπάτου δὲ τοῖς Στωϊκοῖς ὁμοίως φασί, προστιθέντες μόνον τὸ «ὅσον ἐφ' ἑαυτῷ», ἵνα εἴη ὁ θαρραλέος εὔελπις ἐν τοῖς δεινοῖς ὅσον ἐφ' ἑαυτῷ. Ἄλλοι δέ φασι θάρσος εἶναι τὸ ἐν δεινῶν ἐπελεύσει εὐσταθεῖν κατὰ λόγον, οἷόν τι καὶ Ὅμηρος λέγει, ὅτε φησί· «καί οἱ μυίας θάρσος ἐν στήθεσιν ἔθηκεν». ἔτι θάρσος μέν ἐστι, φασί, τὸ εὔλογον παράστημα τῆς ψυχῆς ἢ ἡ ὑπὸ θεοῦ ἄρσις ἤτοι θεῖον ἔπαρμα τῆς ψυχῆς· θράσος δὲ τὸ ἀνάπαλιν. Ἰστέον δὲ ὅτι τε μετ' ὀλίγα ἐκ τοῦ μένος καὶ θάρσος εὑρεθήσεται συγκείμενος ὁ θρασυμέμνων, καὶ ὅτι εἰς τὸν ποιοῦντά τι διὰ τιμὴν εἴποι τις ἂν οὕτω· «ἵνα ἔκδηλος μετὰ πᾶσι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο». Καὶ ὅρα τὰ καίρια σύντομα πάρισα τὸ ἄροιτο καὶ γένοιτο· καὶ ὅτι ἐφετὸν δοξάζει τὴν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
