# Commentarii ad Homeri Iliadem 2.35

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.35

[Περὶ δὲ τούτου βέλτιον ἐν τοῖς φθάσασιν εἴρηται.] (v. 110) Ὅτι πικρὸν ὀϊστόν λέγει τὸν πικροποιόν. ἔστι δ' αὐτὸ καὶ ὀδύνης ἐπίθετον. (v. 107) Ἐν τούτοις δὲ καὶ τὸ ἀναποδίσαι ἀναχωρῆσαί φησιν, ὅπερ ἐστὶν ἀνάπαλιν τοῦ χωρεῖν καὶ προχωρεῖν. (v. 109) Τὸ δὲ καταπηδῆσαι τοῦ ἅρματος καθ' ἵππων ἁλέσθαι χαμᾶζέ φησιν. (v. 113) Ὅτι ἐν τῷ «αἷμα δ' ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος», στρεπτὸν χιτῶνα οἱ μὲν ἐπὶ ἱματίου νοοῦσι, λέγοντες στρεπτὸν τὸν κλωστόν, οἱ δὲ ἐπὶ θώρακος κρικωτοῦ ἤτοι ἁλυσειδωτοῦ. ἡ δὲ λέξις κεῖται καὶ ἐν τῇ φῖ ῥαψῳδίᾳ. [Ὅτι δὲ καὶ σώματος κόσμος τὸ στρεπτόν, δηλοῦσι σαφῶς οἱ παλαιοί.] Ἐνταῦθα δὲ ὅρα καὶ τὸ ἀνηκόντιζεν ὑπερβολικῶς λεχθὲν διὰ τὸ ἄθρουν τῆς ῥεύσεως τοῦ αἵματος καὶ τῆς ἄνω αὐτοῦ φορᾶς. πάντως γὰρ ἕτερον τοῦ κατακοντίζειν τὸ ἀνακοντίζειν. (v. 115—7) Ὅτι δηλοῖ καὶ ἐνταῦθα ὁ ποιητὴς τὸ ὠφέλιμον τῆς δικαίας εὐχῆς, ἐν οἷς τὸ μὲν τοῦ Πανδάρου βέλος ἀχρεῖον ἱστορεῖ—οὐ γὰρ ηὔξατο—τὸν δὲ Διομήδην ἀριστέα κατὰ τοῦ Πανδάρου ποιεῖ εὐξάμενον τῇ Ἀθηνᾷ. Ἔνθα καὶ τοῦ πατρὸς ἀναμιμνῄσκεται ὁ Διομήδης ὡς βοηθουμένου ἐν πολέμοις ὑπὸ Ἀθηνᾶς, ὅπερ καὶ ἐρεθιστικὸν εἰς μάχην τῷ Διομήδει γίνεται· παροξύνουσι γὰρ εἰς ἀνδραγαθίαν αἱ μνῆμαι τῶν προγόνων. Διὸ καὶ κατωτέρω ἡ μυθικὴ Ἀθηνᾶ εἰς ἀνάμνησιν αὐτὸν ἄγει τοῦ πατρός, δηλοῦντος τοῦ ποιητοῦ ὅτι ὁ φρονῶν μέμνηται τῶν ἀγαθῶν προγόνων καὶ ἐξομοιοῦται αὐτοῖς. (v. 116) Ὅτι τὸ «εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης», ἢ φρονέων παρέστης, παῖς ἂν εἴπῃ πρὸς πατρικὸν εὐεργέτην. [Ἐνταῦθα δ' ὁ ποιητὴς ἐπάγει τὸ «νῦν αὖτέ με φίλαι, Ἀθήνη», περὶ οὗ πρὸ βραχέων ἐρρέθη ἐν τῷ ἐφίλατο. καὶ μὴν ἐκεῖνό τινες κοινότερον φίλεε γράφουσιν ἀντὶ τοῦ φίλει, τὴν τελευταίαν συναλείψαντες.] (v. 118) Ὅτι τὸ «δὸς ἄνδρα ἑλεῖν καὶ εἰς ὁρμὴν ἔγχεος ἐλθεῖν» σχῆμά ἐστι πρωθύστερον ἤτοι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
