Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.36
Not analysed yet
ὑστερολογία. Ἔδει γὰρ οὕτω κεῖσθαι· δὸς τὸν Πάνδαρον εἰς ὁρμήν τε ἐλθεῖν μοι ἔγχεος καὶ δός μοι καὶ φονεῦσαι αὐτόν. Ὅμηρος δὲ μιμούμενος ἄνθρωπον τεθορυβημένον ἀλληνάλλως ἔθετο. Τοιοῦτον δὲ καὶ τὸ «ἔβαλεν ἐπαΐσσοντα, διὰ δ' ἔπτατο πικρὸς ὀϊστός», πρὸ ὀλίγων ῥηθέν. καὶ ἐκεῖ γὰρ φύσει πρῶτον τὸ ἔπτατο, εἶτα τὸ ἔβαλε, διὰ δὲ τὸ σύγχρονον τῆς πράξεως ἀδιαφόρως τέθεινται. ἅμα γὰρ πταμένου τοῦ ὀϊστοῦ ὁ ἥρως βέβληται. [Εἰ δέ τις ἐνταῦθα εἴποι, ὡς ἔβαλεν ὁ ὀϊστός, διελὼν δὲ τὸ σῶμα ἐξεπετάσθη, εἴη ἂν οὕτω κατὰ φύσιν πρῶτον τὸ ἔβαλεν, εἶτα τὸ ἔπτατο.] (v. 118) Ὅρα δὲ καὶ τὰ σύντομα πάρισα, τὸ ἑλεῖν καὶ τὸ ἐλθεῖν, ἃ καὶ παρηχήσει τινὶ ἔοικε. Σημείωσαι δὲ καὶ ὅπως ὁ Διομήδης θαρρεῖ ὡς, εἰ τοῦ τόξου ὁ Πάνδαρος ἀπόσχηται, ῥᾳδίως ἂν αὐτοῦ ἐκ τοῦ σχεδὸν περιγενήσεται. ἀχρεῖος γὰρ ἅπας τοξότης ἐν τῇ συστάδην μάχῃ. διὸ οὐδὲ τὸν Σκαμάνδριον πρὸ τούτου ὤνησαν αἱ ἑκηβολίαι, ὡς τοῦ Μενελάου ἐπεισπεσόντος αὐτῷ. (v. 119 s.) Ὅτι Πάνδαρος μὲν εἶπε τὸν Διομήδην οὐκ ἐπὶ πολὺ ἀνασχήσεσθαι κρατερὸν βέλος, Διομήδης δὲ ἐφερμηνεύων τὴν τοῦ λόγου ἔννοιάν φησιν· «οὐδέ μέ φησι δηρὸν ἔτ' ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο». (v. 104) Καὶ σημείωσαι ὅτι ἀνασχήσεσθαι εἶπε τὸ ὑπομεῖναι καὶ μὴ πληγέντα θανεῖν καὶ ὑπὸ σκότῳ γενέσθαι, ἀλλὰ ἄνω σχεῖν ἤτοι ζῆν καὶ ὑπὸ ἡλίῳ καὶ φωτὶ εἶναι. ὅθεν καὶ ἐπὶ ἡλίου ἀνατολῆς τὸ ἀνίσχειν τίθεται. Τὸ δὲ ἀνασχέσθαι καὶ αὐτὸ καθ' αὑτὸ πολλάκις λέγεται, ὡς καὶ ἐν τῷ «ἀνάσχεο κηδομένη περ». Φράζεται δὲ καὶ ἐν ἁπλότητι δίχα προθέσεως ἔν τε ἄλλοις καὶ ἐν τῷ «εἰ τὸν ἐξ ἐμῆς μητρὸς θανόντ' ἄθαπτον ἐσχόμην», ἢ καὶ ἄλλως ἠσχόμην διὰ τοῦ η