# Commentarii ad Homeri Iliadem 2.37

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.37

κατὰ τὸ ἔμελλον ἤμελλον, διεκόνουν διηκόνουν. (v. 122) Ὅτι ἐν τῷ «γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθε», τὸ πόδας καὶ χεῖρας, τὰ λυσιτελῆ πρὸς δρόμου τάχος, διὰ σαφήνειαν ἰδίᾳ ἐξεφώνησεν, ἑρμηνεύων τίνα εἶπε κατ' ἐξαίρετον γυῖα ἐνταῦθα. προσληπτέον δὲ εἰς τὸ πόδας τὸ ἔνερθε κατὰ ἀκολουθίαν, ὡς ἐπὶ χειρῶν εἴρηται τὸ ὕπερθεν. [Ἰστέον δὲ ὅτι ἐνταῦθα μάλιστα τὸ ἐλαφρά καίριόν ἐστιν, ὡς ἀπὸ τῆς τῶν ἐλάφων τροπῆς, ἤπερ ἐπὶ ξύλων καὶ τῶν τοιούτων. ἔστι γὰρ οὐκ ἀπροσφυῶς λέγεσθαι πόδας ἐλαφηροὺς οἷόν τινας δι' ὠκύτητα.] (v. 125 s.) Ὅτι πρὸς ἀνδρεῖον καὶ ἐξ ἀνδρείου πατρὸς φύντα καλὸν εἰπεῖν, ὡς προεγράφη, τὸ «ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα» ὁ δεῖνα. (v. 127 s.) Ὅτι ἀνθρώπῳ, ὃν ἡ σοφία εἰς θεολογίαν καὶ εἰς φυσιολογίαν ὡδήγησε, πρέπει εἰς ἔπαινον τὸ «ἀχλὺν δ' αὖ τοι ἀπ' ὀφθαλμῶν εἷλεν, ὄφρ' εὖ γινώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα», ὃ πρὸς Διομήδην φησὶν ἡ Ἀθηνᾶ. Ἔνθα σημείωσαι, ὅτι τε ἐν τῷ «ἠδὲ καὶ ἄνδρα» ἐκ παραλλήλου κεῖνται δύο σύνδεσμοι, ὁ ἠδέ καὶ ὁ καί, ὡς καὶ ἀλλαχοῦ ἐν πολλοῖς, καὶ ὅτι ἐν τῷ «ἀχλὺν αὖ τοι ἀπ' ὀφθαλμῶν ἕλον» ἀπορίαν λύει ὁ ποιητὴς τὴν λέγουσαν, πῶς εἶχεν ὁ Διομήδης διακρίνειν, ὅτι αὕτη μέν ἐστιν Ἀφροδίτη, οὗτος δὲ Ἄρης. ἢ γὰρ ἀσώματοί εἰσι, καὶ πῶς αὐτοὺς ἑώρα; ἢ ἐν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
