# Commentarii ad Homeri Iliadem 2.5

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.5

καὶ τοιοῦτον μὲν τοῦτο. [Ἔδοξε δέ τισι καὶ κατοπτρικήν τινα ἐπίνοιαν μεμηχανῆσθαι τῷ Διομήδει ἔν τε τῇ αὐτοῦ, ὡς εἰκός, περικεφαλαίᾳ καὶ τῇ ἀσπίδι, καὶ οὕτω λίαν καταυγεῖν τὰς ὄψεις τῶν εἰς αὐτὸν βλεπόντων, ὅτε ἀντικρὺ πρὸς λάμποντα ἥλιον ἔστραπτο, καθ' ἣν δὴ ταύτην μέθοδον Ἀρχιμήδης μὲν ὁ σοφώτατος πολεμικὰς ἐνεπύρισε νῆας ὡς οἷά τις κεραυνοβόλος· Ἀνθέμιος δέ τις ὕστερον γείτονα πονηρὸν καταστράπτων καὶ οὕτως ἐκφοβῶν μακρὰν ἑαυτοῦ ἀπῴκισε. Χρήσιμα δὲ εἰς τὸ κατανοῆσαι τὸ τοῦ Διομήδους πῦρ καὶ Σαλουστίου ῥηθὲν περί τινος τὸ «πυρὶ ἄρα ἐῴκει ὁ ἄνθρωπος ἐξάπτοντι πάντα τὰ παρακείμενα». ἔτι δὲ καὶ τὸ «Ἀβροβάστης Φράγγος κατὰ ἀλκὴν σώματος καὶ θυμοῦ τραχύτητα φλογοειδὴς ἦν». ναὶ μὴν καὶ τὸ «ἀπαντήσας τοῖς βαρβάροις, πυρὶ προσφερής, ἔργα ἐπεδείκνυτο χεῖράς τε καὶ πόδας ἀνθρώπου παρατρέχοντα». Ταῦτα δὴ καὶ ὅσα τοιαῦτα τίς οὐκ ἂν εἴποι ἐκ τῶν τοῦ Ὁμήρου παραπεποιῆσθαι πυρώσαντος τὸν Διομήδην, ὡς αὐτὸς ἔφρασε; Χρησιμεύει δ' ἐνταῦθα καὶ τὸ προσενθυμηθῆναι, ὡς καυστειρά ἡ μάχη λέγεται καὶ δηΐς καὶ δηϊοτής διὰ τὸ ἔνθερμον καὶ ὡς εἰπεῖν πυρόεν τῆς κατὰ πόλεμον κινήσεως καὶ τὸν στρατιωτικὸν θυμόν. Ὅθεν καὶ θερμός λέγεται ὁ ἀναιδής καὶ οὕτω μάχιμος, καὶ θερμουργός ἐπαίνου λόγῳ ὁ ἀνδρεῖος, καὶ θερμὸν ἔργον ἄλλως τὸ θρασύ, ἐπεὶ καὶ τὸ θράσος καὶ πρὸ αὐτοῦ τὸ θάρσος ἐκ τοῦ θέρω θέρσω παρῆκται, ἀφ' οὗ καὶ ὁ θερμός. Ἔτι καλόν ἐννόημα ἐπὶ τοῖς εἰρημένοις καὶ ἡ πυρπαλάμη καὶ τὸ πυρπαλαμᾶσθαι, ὧν ἡ μὲν πανοῦργον ἄνδρα σημαίνει, τὸ δὲ ἀντὶ τοῦ κακοτεχνεῖν εἴληπται καὶ οἷον διὰ πυρὸς ἰέναι τῇ κακοτεχνίᾳ. πάντως γὰρ τροπικῶς τοῖς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
