# Commentarii ad Homeri Iliadem 2.52

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.52

δέ ἐστιν, ὡς εἰκός, ἐξ οὗ τρυφάλεια. (v. 187) Ἐν τούτοις δὲ πρὸς ἀναλογίαν τοῦ διζήμενος κεῖται καὶ τὸ κιχήμενος, οἷον «βέλος ὠκὺ κιχήμενον», ἤγουν ἐπελθόν, ἁψάμενον.] (v. 190 s.) Ὅτι ἀδρανῆ βλάβην φράζει τὸ «καί μιν ἔγωγ' ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, ἔμπης δ' οὐκ ἐδάμασα». Ὁ δὲ δεινὸν ἄρχοντα ὑφορώμενος εἴποι ἂν εὐθυβόλως τὸ «θεός νύ τίς ἐστι κοτήεις». ὁ Πάνδαρος δὲ ταῦτά φησιν, ὅτε βαλὼν τὸν Διομήδην οὐκ ἔβλαψεν. (v. 193—6) Ὅτι φίλιππος κατὰ τὸν Διομήδην εἶναι δοκεῖ καὶ ὁ Πάνδαρος. διό φησιν «ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι καλοί, πρωτοπαγεῖς, νεοτευχέες, ἀμφὶ δὲ πέπλοι πέπτανται, παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι ἑστᾶσι, κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας». Εἰ δὲ καὶ ἀμφότεροι φίλιπποι, ἀλλ' ὅρα διαφοράν. Διομήδης μὲν γὰρ εἰς χρῆμα στρατιωτικὸν δεῖται τῶν ἵππων καὶ εἰς τοῦτο φιλεῖ τὸ ζῷον. διὸ καὶ τοὺς ἀλλοτρίους καὶ ταῦτα ἐπ' ἀλλοδαπῆς περιποιεῖται, οἷον τοὺς τοῦ Δάρητος καὶ τοὺς τῶν δύο Πριαμιδῶν καὶ τοὺς τοῦ Αἰνείου καὶ τοῦ Ῥήσου, καὶ οὐ φείδεται οὐδὲ τῆς εἰς αὐτοὺς δαπάνης. Πάνδαρος δὲ ὡς κτῆμα τούτους αὐχεῖ καὶ οἴκοι ἀποθέτους φυλάττει διὰ φειδωλίαν, ὡς ἂν μὴ δαπανᾷ πολλὰ εἰς αὐτοὺς ἐν τῇ Τρωϊκῇ πολιορκίᾳ. (v. 197—203) Λέγει γοῦν αὐτός, ὅτι «μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων ἐρχομένῳ μοι ἐπέτελλεν ἵπποις καὶ ἅρμασιν ἐμβεβαῶτα ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας. ἀλλ' ἐγὼ οὐ πιθόμην, ἦ τ' ἂν πολὺ κέρδιον ἦεν, ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς, ἀνδρῶν εἰλομένων, εἰωθότες ἔδμεναι ἄδην». Οὕτω παρὰ τὸ δέον ἀνελεύθερος καὶ [κατὰ παλαιὰν κωμῳδίαν εἰπεῖν φειδός, ἤγουν] φειδωλός, δαπάνης ὁ Πάνδαρος, καίτοι μυριάδων πολιορκουμένων μὲν ὁμοίως αὐτῷ, διοικονομουμένων δὲ τὴν ἱππικήν, ὡς ἐξῆν. Τάχα δὲ καὶ ψευδόμενος ἀλαζονεύεται

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
