# Commentarii ad Homeri Iliadem 2.55

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.55

τὴν κλῆσιν παρά τισι τῶν παραθαλασσίων ἐποίκων τῆς μεγάλης Λυκίας. Τὸ δὲ ἐρέπτεσθαι ἀλόγοις ζῴοις οἰκεῖον, ἃ ἐκ τῆς ἔρας ἐσθίουσιν. ἐπ' αὐτῶν δέ, ὡς καὶ μετ' ὀλίγα εἰρήσεται, καὶ ἡ φορβή λέγεται κατὰ ὀνοματοποιΐαν, ὡς ἐπὶ ἀνθρώπων κυρίως ἡ ἐδωδή καὶ ἡ ἐδητύς καὶ ἡ βρώμη. [Ὅτι δὲ τὸ ἐρέπτεσθαι καὶ ἐρέπτειν ἐνεργητικῶς λέγεται καὶ ὅτι καὶ ἑτεροίαν τινὰ σημασίαν ἔχει, φανεῖται ἐν τῷ «κόνιν δ' ὑπέρεπτε ποδοῖϊν.] (v. 203) Ἰστέον δὲ ὅτι καὶ τὸ ἔδειν ἐπὶ ἵππων λέγεται, ὡς δῆλον ἐκ τοῦ «εἰωθότες ἔδμεναι». Ἔνθα σημείωσαι καὶ ὅπως ἐπὶ ἵππων τὸ εἰωθέναι τίθησιν, ὡς καὶ ἐν τῷ «εἰωθὼς λούεσθαι ποταμοῖο». καίτοι κυρίως ἐπὶ ἀνθρώπων τὸ ἐθίζεσθαι. ὅθεν καὶ αἱ ἠθικαὶ ἀρεταὶ παρονομάζονται, ὡς οἱονεὶ ἐθικαί τινες οὖσαι. (v. 197 s.) Τὸ δὲ «γέρων Λυκάων» ἀφροσύνην κατηγορεῖ τοῦ Πανδάρου, εἰ μήτε ὡς γέροντι μήτε ὡς πατρὶ ἐπείσθη ἐκείνῳ, καὶ ταῦτα οὐχὶ ἁπλῶς παραινοῦντι ἀλλὰ μάλα πολλὰ ἐπιτέλλοντι. ὅρα οὖν οἷα πάσχει ὁ ἀγαθῷ πατρὶ ἀπειθῶν. Τὸ δὲ «αἰχμητὰ Λυκάων» ἀνόμοιον τῷ πατρὶ δείκνυσι τὸν Πάνδαρον, εἴπερ αἰχμητὴς μὲν ἐκεῖνος, αὐτὸς δὲ τοξότης. διὸ καὶ ἐκείνῳ μᾶλλον οἰκεῖοι οἱ ἵπποι ἤπερ τῷ Πανδάρῳ, τῷ ἄλλως προσήκοντι καὶ κατὰ τέχνην πατρῴζειν, ὡς ἔθος ἐπεπόλαζε καὶ τότε πολλαχοῦ, καθὰ δηλοῖ καὶ Ἡρόδοτος, ὃ καὶ ἀλλαχοῦ δηλοῦται. αὐλητέω γάρ, φησίν, αὐλητὴς ἐγίνετο καὶ ἐπὶ ἄλλων ὁμοίως. (v. 199) Τὸ δὲ ἐμβεβαῶτα ἐπὶ ἅρματος κυριολεκτεῖται, ἐφ' οὗ ἐμβέβηκέ τις τῷ δίφρῳ. ἐξ αὐτοῦ δὲ ὡς ἐκ μέρους καὶ ἐπὶ ἵππων νοηθήσεται. ἄλλως γὰρ οὐκ ἂν ἐμβαίνειν τις ἵπποις ἐρεῖ, ἀναβαίνειν δὲ ἐπὶ ἵππους ἢ ἵππων ἐπιβαίνειν. ἔχεται δὲ τοῦ τόπου τούτου καὶ τὰ πρὸ μικροῦ ῥηθέντα, τὸ «ἐξ ἵππων βῆσε», καὶ «ἔκβαλε δίφρου». (v. 200) [Τοῦ δὲ ἀρχεύειν, ὃ παράγωγόν ἐστιν ἐκ τοῦ ἄρχω, χρῆσις καὶ ἀλλαχοῦ.] (v. 201) Ἐν δὲ τῷ «πολὺ κέρδιον ἦν» ὅρα ὅπως ὁ Ἐπιμηθεὺς οὐδὲν συντελεῖ τῷ Πανδάρῳ, νοοῦντι μὲν ἄρτι ὀψέ ποτε τὸ δέον, μὴ ἔχοντι δὲ τοῦ λοιποῦ διορθώσασθαι. (v. 203) Τὸ δὲ «εἰλομένων» ταὐτόν ἐστι τῷ εἰλου-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
