Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.6
Not analysed yet
τοιούτοις ἅπασι τὸ πῦρ καὶ τὰ κατ' αὐτὸ ἐμφαίνεται, καθὰ καὶ ἐν τῷ «βριθὺς ὁπλιτοπάλας, δάϊος ἀντιμάχοισι» καὶ ἐν τῷ «πῦρ ὀφθαλμοῖσι δεδορκώς». καὶ τοιαῦτα μὲν καὶ ταῦτα.] (v. 7) Ἡ δὲ τῆς ῥηθείσης παραβολῆς ἀπόδοσις εἰποῦσα· «τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων» διασαφητική ἐστι τοῦ «ἐκ κόρυθός τε καὶ ἀσπίδος», ἵνα μὴ μόνα τὰ ὅπλα φαίνηται πυρὶ δαιόμενα ἐξ ἐπιπολῆς, ἀλλὰ πρὸ αὐτῶν ἡ κεφαλὴ καὶ οἱ ὦμοι τοῦ ἥρωος, ἐξ ὧν ἠκοντίζετο καὶ εἰς τὰ ἔξω τὸ πῦρ ὡσεὶ καὶ φῶς διά τινων φανῶν. ἅμα δὲ ἡ τοιαύτη ἀπόδοσις δηλοῖ καί, ὡς οὐ πᾶσα ἡ ἀσπὶς τῷ Διομήδει ἐλάμπετο πυρί, ἀλλὰ μόνον αὐτῆς τὸ πρὸς τοῖς ὤμοις ἐκείνου. Ὅρα δὲ καὶ ὅτι ἐνταῦθα μὲν ἀναλόγως τῷ μεγάλῳ ἥρωϊ ἐπλάτυνε τὴν ἐκ τοῦ ἀστέρος παραβολήν, ἐν δὲ τοῖς ἑξῆς ἐπὶ βασιλικοῦ βρέφους πάνυ συνέστειλεν, εἰπὼν ἐκεῖνον ἀλίγκιον ἀστέρι καλῷ. ἡ δὲ τραγῳδία τοῦτο παραποιήσασά φησί τινα «Ἑλλανίας φανερώτατον ἀστέρ' Ἀθάνας», ἤγουν ἀστέρα τῆς παρ' Ἕλλησιν Ἀθηνᾶς, ταὐτὸν δ' εἰπεῖν διάδηλον ἐν Ἀθήναις, αἳ παρονομάζονται τῇ Ἀθηνᾷ. ὅμοιον γὰρ διάδηλον εἰπεῖν καὶ φανερώτατον, καθότι συγγενῆ ἀλλήλοις καὶ τὸ δαίειν καὶ τὸ φαίνειν, ὧν ἐκ μὲν τοῦ δαίειν ὁ δῆλος, ἐκ δὲ τοῦ φαίνειν ὁ φανερός, ὁ καὶ καλός διὰ τὴν φαῦσιν, ὡς ταὐτίζεσθαι οὕτω τὸ καλὸν ἀστέρα καθ' Ὅμηρον καὶ φανερώτατον ἀστέρα, ὃς πάνυ ᾠκείωται τῷ ἐνταῦθα παραβολικῶς δαιομένῳ πυρί, ὡς ἀπὸ τοῦ αἴθειν παραγόμενος, ὃ ταὐτὸν τῷ δαίειν ἐστίν. αἰστὴρ γάρ τις ἀπὸ τοῦ αἴθειν καὶ ἀπελεύσει τοῦ διχρόνου ἀστήρ. καὶ οὕτω μὲν καὶ τάδε. (v. 4) Ἰστέον δὲ καὶ ὡς τὸ «δαῖέ οἱ ἐκ κόρυθος πῦρ», χωρὶς τοῦ ν ἐν πολλοῖς ἀντιγράφοις φερόμενον, αἰτίας ἀπαιτεῖ ζήτησιν. μετ' ὀλίγον γὰρ ἐν τῷ «πῦρ δαῖεν ἀπὸ κρατός», μετὰ τοῦ ν ἐκφέρεται, ταὐτοδύναμον ὄν. Εἰ μὲν οὖν δι' εὐρυφωνίαν λειοτέραν καὶ οὐ πάνυ ἀηδῆ καὶ τραχεῖαν ἐνταῦθα χασμᾶται τὸ μέτρον, εὕρηται ἰδοὺ λύσις αὕτη, εἰ δὲ μή, ζητητέον ἑτέραν αἰτίαν, διὰ τί τὸ δαῖε δίχα τοῦ ν γράφεται πρὸ