# Commentarii ad Homeri Iliadem 2.60

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.60

κατὰ τὸ κλάσμα καὶ θλαδίας βοῦς, ὥσπερ καὶ ἀπὸ τοῦ κλῶ κλάζω καὶ πλεονασμῷ ὀκλάζω δίφρος ὀκλαδίας.] Τὸ δὲ «ἀνεμώλια» πάνυ ἀστείως εἴρηται, ὡς τῶν πτεροέντων ὀϊστῶν ἀξίων ὄντων ἀνέμοις ὀλέσθαι διὰ τὸ ἄπρακτον καὶ ἀνενέργητον. καὶ ἔστιν ὅμοιον τρόπον τινὰ τῷ «ἅρπυιαι ἀνηρείψαντο». τὸ γὰρ ἀνέμοις ὀλλύμενον ἁρπυίαις ἀνήρειπται. καὶ τῶν τις δὲ καθ' ἡμᾶς τῷ χρόνῳ Παφλαγὼν τὸ γένος, ῥωμαλέος τὴν φύσιν, ἀνδρεῖος τὴν τέχνην, δεινὸς μὲν σπάθην στρατιωτικῶς χειρίσασθαι, τοξεῦσαι δὲ δεινότατος, μίαν καὶ δευτέραν καὶ τρίτην βολὴν δυστυχήσας ἐν πολέμῳ, εἰς τὸν αὐτὸν τῷ Πανδάρῳ νοῦν ἐμπεσὼν κατακλᾷ θυμῷ τὰ τόξα, καὶ οὐ μόνον, ἀλλὰ καὶ παραβάλλει ἑαυτὸν εἰς σφαγήν, δυστυχίαν τοξείας αὐθαιρέτῳ θανάτῳ τετιμηκὼς καὶ θανεῖν ἑλόμενος ἤπερ ζῶν ὀνειδισθῆναι βαλεῖν ἀνεμώλια. [Ὅτι δέ, καθὰ προόρα πρώρα καὶ τὰ ὅμοια, οὕτω καὶ ἀνεμοόλια καὶ κατὰ κρᾶσιν ἀνεμώλια, πολλαχοῦ δηλοῦται. ἴσως δὲ καὶ ὡς ἀπατῶ ἀπατήσω ἀπατήλια, οὕτως ἀνεμῶ ἀνεμώσω ἀνεμώλια, τὰ οἷον ἐξανεμούμενα. Οὐ πάντῃ δὲ ταὐτὸν ἀνεμώλια εἰπεῖν καὶ ἀνεμόφθορα, εἴπερ Ὅμηρος μὲν ἔπη ἀνεμώλια οἶδε καὶ τόξα ἀνεμώλια, οἱ δὲ ὕστερον σπέρματά φασιν ἀνεμόφθορα, οἷς φθορὰ ἐξ ἀνέμων κατασεισάντων εἰς γῆν ἢ ἐκκαυσάντων εἰς ἀτελεσφόρητα.] (v. 218) Ὅτι ἀποτρεπτικὸν μεσιτείας τὸ «μήδ' οὕτως ἀγόρευε, πάρος δ' οὐκ ἔσσεται ἄλλως». Παρέλκει δὲ ὁ πρῶτος δε σύνδεσμος καὶ κεῖται ἀντὶ τοῦ δη. (v. 219) Ὅτι παρασημειοῦνται Ἀπίων καὶ Ἡρόδωρος τὸ νώ μονοσύλλαβον δυϊκὸν κατὰ πτῶσιν αἰτιατικὴν ἀντὶ τοῦ ἡμᾶς ἅπαξ ἐν Ἰλιάδι κεῖσθαι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ. ὃ οὐδὲ περισπᾶται ὡς δυϊκόν, λῆγον εἰς ω. Φησὶν οὖν ὧδε ὁ ποιητὴς «πρίν γ' ἐπὶ νὼ τῷδ' ἀνδρί» καὶ ἑξῆς. ὅτε μέντοι σὺν τῷ ι λέγει αὐτό, ἐπ' εὐθείας τε τάσσεται, οἷον «νῶϊ δ' ἐγὼ Σθένελός τε», ἤγουν ἡμεῖς, καὶ ἐπὶ αἰτιατικῆς, οἷον ἐνταῦθα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
