# Commentarii ad Homeri Iliadem 2.65

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.65

τινὰς καὶ ἀρχὰς νοημάτων ἔχω εἰς τὸ ὑπονοεῖν τόδε τι. Ἡ δὲ κοινὴ γλῶσσα ἐκ τοῦ ἑτέρου τόπου, τοῦ φύσει περιεκτικοῦ, τοπάζειν λέγει, ὃ καὶ κοιτάζειν. τοπάζει γοῦν τις θηρία εἰς τὸ κυνηγηθῆναι. (v. 236) Τὸ δὲ ἐλάσῃ ἀντὶ τοῦ ἀπελάσῃ, ἀπαγάγῃ, ὡς καὶ τὸ «οὐ γὰρ πώποτ' ἐμὰς βοῦς ἤλασαν», ἀντὶ τοῦ ἐξήλασαν κατὰ συνήθη προθέσεως ἔλλειψιν. Διὸ καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ «Αἰνείαο καλλίτριχας ἵππους ἐξήλασε Τρώων». Μώνυχες δὲ ἵπποι πρὸς ἀντιδιαστολὴν ἄλλων ζῴων πολυωνύχων καὶ διχηλῶν. (v. 239 s.) Ὅτι τρεῖς καὶ ἐνταῦθα κεῖνται ἀσύνδετοι μετοχαί, ὡς ἐν ἰδέᾳ γοργότητος, ἐν τῷ «ὣς ἄρα φωνήσαντες, ἐς ἅρματα ποικίλα βάντες, ἐμμεμαῶτες ἐπὶ Τυδείδῃ εἶχον ἵππους». (v. 240) Ἔστι δὲ καὶ τὸ «ἐπὶ Τυδείδῃ εἶχον» ἀντὶ τοῦ ἤλαυνον κατὰ τοῦ Τυδείδου. καὶ σημείωσαι ὅτι καὶ ἐν Ὀδυσσείᾳ τὸ «δαιμονίη, τί μοι ἐπέχεις», τοιοῦτόν τι δηλοῖ· τί ἐπ' ἐμοὶ ἔχεις καὶ οἱονεὶ διωκτικῶς ἐλαύνεις με; (v. 243) Ὅτι τὸ «ἐμῷ κεχαρισμένε θυμῷ» ταὐτόν ἐστι τῷ φίλτατε. (v. 246 et 248) Ὅτι ἐν τῷ «εὔχεται εἶναι» καὶ «εὔχεται ἐκγεγάμεν» εἰς ταὐτὸν ὁ ποιητὴς ἄγει τὸ εἶναι καὶ τὸ γενέσθαι. διὸ καὶ ταὐτόν ἐστι καὶ τὸ θεοὶ αἰειγενέται, καὶ «θεοὶ αἰὲν ἐόντες». (v. 243—8) Ὅτι καὶ ἐνταῦθα ἐπὶ Διομήδους καὶ Σθενέλου δείκνυσιν ὁ ποιητὴς τὸ τῆς φιλίας χρήσιμον καὶ ὡς κατὰ τὴν παροιμίαν «εἷς ἀνὴρ οὐδεὶς ἀνήρ». Διομήδης μὲν γὰρ ὅλος ἔργου γίνεται, πεζὸς μαχόμενος, μόνος δὲ ὁ Σθένελος σωματοφυλακεῖ, διοπτεύων ἀφ' ὑψηλοῦ τοῦ ἅρματος, μήποτέ τις ἐξ ἀφανοῦς ἐπέλθοι τῷ Διομήδει κίνδυνος. Ὅθεν καὶ τὸν Αἰνείαν καὶ τὸν Πάνδαρον ἐπιόντας αὐτῷ ὡς ἐκ περιωπῆς προορᾷ, καὶ εἰπών, ὅτι ἄνδρε ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι, ἶν' ἀπέλεθρον ἔχοντας, ὃ μὲν τόξων εὖ εἰδώς, Πάνδαρος, ὃ δὲ Αἰνείας, (v. 249 s.) εἶτα τὸν Διομήδην εἰς εὐσχήμονα φυγὴν προκαλεῖται, λέγων· «ἀλλ' ἄγε δὴ χαζώμεθα ἐφ' ἵππων», ἤτοι ἀναχωρήσωμεν, «μηδέ μοι οὕτω θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς».

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
