# Commentarii ad Homeri Iliadem 2.68

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.68

φανερῶς τὸ αὕτως καὶ τὸ οὕτως ταὐτὸν δηλοῦσι. Σθενέλου γὰρ εἰπόντος «μηδέ μοι οὕτω θῦνε διὰ προμάχων» ὁ Διομήδης λέγει «ἀλλὰ καὶ αὕτως εἶμι ἀντίον αὐτῶν». (v. 252) Τὸ δὲ «μή μοι φόβονδ' ἀγόρευε» ἐλλέλειπται καί πως ἡ φράσις οὕτω συνεπισπεύδει τῇ περισπερχείᾳ τοῦ ἥρωος. Ἔστι γὰρ τὸ πλῆρες οὕτω πως· μή μοι ἀγόρευε τραπῆναι φόβονδε, ἤ· μή μοι ἀγόρευε ὀτρύνων φόβονδε, ἤγουν ἀλλά· μή μοι ἀγόρευε τὰ φόβονδε, ἤγουν τὰ τρέποντα εἰς φυγήν. [Τηρηθήσεται δὲ καθ' ὅμοιον λόγον κατωτέρω καὶ ἕτερα ἐλλειπτικά.] (v. 253) Ἐν δὲ τῷ «οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντα μάχεσθαι οὐδὲ καταπτώσσειν» ἦθος θαρσαλέον καὶ ἀνδρεῖον ἐνδείκνυται. Ἔστι δὲ τὸ μὲν γενναῖον ἀσύνηθες. οὐ γὰρ ἐπὶ ἰσχυροῦ κεῖσθαι νῦν βούλονται οἱ παλαιοί, ἀλλ' ἐπὶ τοῦ ἐκ γένους, ἢ μᾶλλον ἀπὸ γέννης, ἵνα λέγῃ ὅτι οὐ προγονικόν μοι τὸ δειλαίνεσθαι. ἢ καὶ ἄλλως, κατὰ τοὺς παλαιούς, γενναῖον τὸ συγγενὲς καὶ ἔμφυτον καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
