# Commentarii ad Homeri Iliadem 2.7

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.7

φωνήεντος. Τινὲς μέντοι οὕτω γράφουσι «δαῖε δέ οἱ ἐκ κόρυθος». Ἕτεροι δὲ ἀποκοπῆναί φασιν ἐκ τοῦ δαίετο καὶ διὰ τοῦτο ἐξ ἀνάγκης γράφεσθαι δίχα τοῦ ν. Πῦρ δὲ ἀκάματον λέγεται οὐ τὸ διόλου ἀναπτόμενον, ἀλλὰ τὸ τῇ οἰκείᾳ φύσει τοιοῦτον. εἰ γὰρ καὶ κάμνει τῇ σβέσει, ἀλλ' ὅτι πῦρ ἐστιν, ἀκάματόν ἐστι. Διὰ τί δὲ ἐκτείνεται ἡ ἄρχουσα τοῦ ἀκάματον, ὅτι δηλαδὴ πρὸς ἀναγκαῖον δακτύλου ἀπαρτισμόν, ὃ δὴ γίνεται καὶ ἐν τῷ ἀθάνατος, δηλοῦται καὶ ἀλλαχοῦ. (v. 5) Ἄστρου δὲ καὶ ἀστέρος διαφορά, ὡς καὶ ἑτέρωθι δηλοῦται, καθότι ὁ μὲν ἀστὴρ ἓν σῶμά ἐστι, τὸ δὲ ἄστρον ὡς περιεκτικόν. ἄστρον γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον ἀστροθέτημα, μιᾷ φαντασίᾳ ὄψεως ὑποπίπτον, μετά τινος μυθολογίας ἀποδιδόμενον, ὡς ἐν τοῖς Ἀράτου φαίνεται. καὶ οὕτω μὲν κατὰ τοὺς παλαιούς. οἱ δὲ ὕστερον συνέχεαν τὰς λέξεις, ὡς εἶναι παρ' αὐτοῖς ταὐτὸν ἄστρον καὶ ἀστέρα. Τὸ δὲ «ἀστέρ' ὀπωρινῷ» συναληλιμμένως ἔχον διὰ δακτύλου χρείαν, γράφεται καὶ ἄλλως ἐντελῶς «ἀστέρι ὀπωρινῷ». καὶ ἔχουσι καὶ τοῦτο οἱ παλαιοὶ παράδειγμα συνιζήσεως, ἐν ᾗ δύο βραχεῖαι εἰς μίαν λογίζονται. τὸ ρι γὰρ καὶ τὸ ο εἰς μίαν συνεκφωνοῦνται βραχεῖαν συλλαβήν. Τοιοῦτον δ' ἐν τοῖς ἑξῆς καὶ τὸ «χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυσεύς, ἠρᾶτο δ' Ἀθήνῃ». ἡ γὰρ τελευταία τοῦ ὄρνιθι καὶ ἡ ἄρχουσα τοῦ Ὀδυσεύς εἰς ἕνα βραχὺν πόδα συνιζάνουσι καὶ ποιοῦσι μετὰ τῆς δυ βραχείας καὶ αὐτῆς συλλαβῆς δάκτυλον. Ὀπώρα δέ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὥρα μεταξὺ κειμένη θέρους καὶ τοῦ μετ' αὐτὴν μετοπώρου. (v. 6) Τὸ δὲ «λελουμένος Ὠκεανοῖο» ἐλλέλειπται προθέσεως, ἵνα ᾖ λελουμένος ἐπὶ Ὠκεανοῦ. τὸ δέ γε κοινὸν καὶ σύνηθες «λελουμένος Ὠκεανῷ». (v. 5) Λέγει δὲ ἀστέρα ὀπωρινὸν τὸν κύνα,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
