# Commentarii ad Homeri Iliadem 2.73

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.73

πρυμνὴν τάμε χαλκὸς ἀτειρής, αἰχμὴ δ' ἐξεσύθη παρὰ νείατον ἀνθερεῶνα». ἐξ ὑψηλοῦ τοίνυν ἡ βολὴ γίνεται, ἢ τάχα καὶ ὁ Πάνδαρος πτοηθεὶς καὶ κατακύψας τοῦ δίφρου ἐκ μετεώρου διὰ τοῦτο βάλλεται. πολλαὶ δὲ καὶ νῦν γίνονται δι' ὀϊστῶν τοιαῦται βολαί. Σημείωσαι δὲ ὅτι ὁ ποιητὴς πολλοὺς καὶ ἄλλους πρεπόντως οἷς ἐπλημμέλησαν πάσχοντας ἐν πολέμῳ ποιεῖ. ὡς ὅτε καὶ Φερέκλῳ τῷ ναυπηγησαμένῳ εἰς μοιχείαν αἰσχρὸν τραῦμα ἐντρίβει κατὰ γλουτοῦ. καὶ ἡ Ἀφροδίτη δὲ κατὰ χειρὸς βάλλεται, διότι τῇ χειρὶ πλημμελεῖ, εἴπερ, ὡς Ὅμηρός φησι, καταρρέζουσα τὰς γυναῖκας ἀναπείθει εἰς μοιχείαν. ἄλλου δέ τινος χεῖρας ὁ ποιητὴς ἐκκόπτει διὰ τὸ τὸν αὐτοῦ πατέρα δῶρα ὑπ' Ἀλεξάνδρου ἐν Τροίᾳ κατὰ τοῦ Μενελάου λαβεῖν. καί τινα δὲ ἄλλον—Ἀγάστροφος δέ, οἶμαι, ἐστὶν ἐκεῖνος—κατὰ τοῦ ἰσχίου τιτρῴσκει, ὡς φεύγοντα. [Καὶ ὁ Λοκρὸς δὲ Αἴας ἐν τῷ Ἐπιταφίῳ ἀσχημονεῖται τὸ στόμα, ἐπειδὴ νεώτερος ὢν τὸν πρεσβύτην Ἰδομενέα μάτην λαβραγόραν εἶναι ὠνείδισε.] (v. 284) Τῶν δὲ εἰρημένων ὁ μὲν κενεών ὡς περιεκτικόν ἐστι καὶ ἔχει πλεονασμὸν τοῦ δευτέρου ε κατὰ τὸ πυλεών, ἀκανθεών, χαραδρεών. λέγεται δὲ παρὰ τὸ κενὸς εἶναι ὀστῶν. (v. 291) Λευκοὶ δὲ ὀδόντες κατ' ἰδιότητα, ὡς καὶ ὀστέα λευκά καὶ γάλα λευκόν καὶ κρῖ λευκόν καὶ χιὼν λευκή. (v. 292) Πρυμνόν δὲ τὸ ἔσχατον, ὡς ἀπὸ τοῦ πέρας περῶ περύω περυμνόν, καὶ ἐν συγκοπῇ πρυμνόν. ὅθεν καὶ νηὸς πρύμνη, βαρυνομένη αὐτὴ πρὸς διαστολὴν τοῦ πρυμνή ἡ ἐσχάτη. ἐντεῦθεν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
