Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.74
Not analysed yet
δὲ καὶ τὸ πρυμνόθεν ἐπίρρημα. (v. 293) Ἀνθερεών δὲ φανερῶς ἐνταῦθα ὁ ὑπὸ τὸ πρυμνὸν τῆς γλώττης ὤν, οὗ ἥπτοντο οἱ ἱκέται, ὡς προδεδήλωται. σαφέστερον δὲ εἰπεῖν, ἀνθερεών τὸ τέλος τοῦ ὑπογενείου. (v. 287) Ὅτι τὸ «ἤμβροτες οὐδ' ἔτυχες» παροιμιῶδές ἐστιν ἐπὶ τῶν ἁμαρτανόντων τῆς προθέσεως. δηλοῦσιν ἄμφω τὰ ῥήματα ἐκ παραλλήλου τὸ αὐτὸ νόημα. Γίνεται δὲ τὸ ἤμβροτες ἢ ἐκ τοῦ ἀβρότω, τὸ ἀποτυγχάνω, πλεονασμῷ τοῦ νῦ, ὃ καὶ ἀβροτάζω παραγώγως λέγει ὁ ποιητής, ἢ ἀπὸ τοῦ ἥμαρτες τροπῇ τοῦ α εἰς ο καὶ μεταθέσει τοῦ ρ καὶ πλεονασμῷ τοῦ β, διὰ καλλιφωνίαν, ὡς ἐπὶ τοῦ γαμβρός καὶ μεσημβρία καὶ τῶν ὁμοίων γίνεται. (v. 289) Ὅτι τὸ «αἵματος ἆσαι», ἤτοι κορέσαι, Ἄρηα ταλαύρινον πολεμιστήν, ἀστείως καὶ ἀλληγορικῶς δηλοῖ τὸ εἰς αἷμα πολὺ βάψαι τὸν Ἄρην, ἤγουν τὸ ξίφος. Καὶ σημείωσαι ὅτι ἐψύχωσεν οἷον τὸν σίδηρον καὶ ἐνταῦθα ὁ ποιητὴς πολεμιστὴν αὐτὸν εἰπὼν κορεννύμενον αἵματος, ᾧ δὴ πολεμιστῇ ἀκόλουθον καὶ τὸ ταλαύρινον. Τοῖς μὲν γὰρ ἄλλοις πολεμισταῖς ὁ ῥινὸς οὐ τάλας ἐστίν, ἤτοι καρτερικός, οὐδὲ ἀτειρής, ἀλλὰ δηλονότι τέρην