# Commentarii ad Homeri Iliadem 2.75

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.75

καὶ ἁπαλός. κατὰ γὰρ τὸν ποιητὴν εἰπεῖν τοῖς μὲν μαχομένοις ἀνδράσιν ὁ χρὼς οὐ λίθος οὐδὲ σίδηρος, εἰ καὶ σιδήρῳ καταφράττονται, τούτῳ δὲ τῷ πολεμιστῇ Ἄρεϊ, τουτέστι τῷ ξίφει, τάλας ἐστὶν ὁ ῥινός, ἤγουν στερρότατόν ἐστι τὸ ἐπιπολάζον αὐτοῦ καὶ ὡς οἷον δέρμα ἐν ἐπιφανείᾳ προκείμενον. Διότι αὐτὸ τοῦτο σίδηρός ἐστιν ἀτειρὴς [κατά τε φύσιν οἰκείαν καὶ διὰ τὴν ἐκ τῆς βαφῆς στόμωσιν. Πολεμικὸς γὰρ ἐνταῦθα λέγεται Ἄρης, ἐν ἄλλοις μὲν ἢ σωματοειδὲς δηλῶν δαιμόνιον ἢ ὁρμὴν πρὸς πόλεμον, κατὰ τὸ «δῦ δέ μιν Ἄρης», ἢ τραῦμα ἢ πολέμου ἐνέργειαν. Ἐνταῦθα δὲ ξίφος ἐστομωμένον καὶ οὕτως ἀτειρές, ὅπερ ἐστὶ δυσδάμαστον καὶ ὡς εἰπεῖν ἀδαμάντινον.] Διὸ καὶ εἰκότως μάλιστα λέγοιτο ἂν ταλαύρινος διὰ τὸ οὕτως ἀτειρές. Ἔστιν οὖν ἐκ τοῦ τάλας καὶ τοῦ ῥινός ταλάρινος, καὶ πλεονασμῷ Αἰολικῷ τοῦ υ ταλαύρινος ὡς ἄρρηκτος αὔρηκτος. Διὸ καὶ τῶν παλαιῶν οἱ μὲν Αἰολικῶς ἐψίλουν τὸ ρ τοῦ ταλαύρινος, ὡς καὶ Ἀρίσταρχος, οἱ δὲ ἐδάσυνον, ὡς ἁπλῶς ἀπὸ τοῦ ῥινός γενόμενον, καθὰ προερρέθη. Ἔστι δὲ τὸ ταλαύρινος κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ εὔτολμος, ἰσχυρός. (v. 294 s.) Ὅτι τοῦ Πανδάρου πεσόντος, ἀράβησε τεύχεα ἐπ' αὐτῷ αἰόλα, παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι. καὶ ἦν μὲν οὐκ ἀναγκαῖον προστεθῆναι καὶ τοῦτο, ἡ δὲ ποιητικὴ φιλοτιμία οὐδὲ τῶν τοιούτων ἀπέχεται. (v.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
