# Commentarii ad Homeri Iliadem 2.78

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.78

(v. 304) Τὸ δὲ «οἷοι νῦν βροτοί εἰσι», φανερῶς δηλοῖ μετὰ τὰ Τρωϊκὰ γενέσθαι τὸν Ὅμηρον. (v. 306) Ἡ δὲ τοῦ ἰσχίου κοτύλη καθ' ὁμοιότητα λέγεται τοῦ σκεύους, τῆς κοτύλης. κοῖλα γὰρ καὶ ἡ κατὰ τὸ ἰσχίον κοτύλη καὶ τὸ ἀγγεῖον, δι' οὗ ἀρυόμεθα, ὅθεν καὶ τὸ κοτυλήρυτον. ἐκεῖθεν δὲ καθ' ὁμοιότητά τινα καὶ αἱ τῶν πολυπόδων κοτυληδόνες ἐν ταῖς κατ' αὐτοὺς πλεκτάναις, ὡς ἡ Ὀδύσσεια δηλοῖ. Ὅτι δὲ οὐ μηροῦ μόνου, ἀλλὰ καὶ ὤμου κοτύλη λέγεται τὸ κατ' αὐτὴν κοῖλον τῆς ὠμοπλάτης, λέγουσιν οἱ παλαιοί. [Δῆλον δ' ὅτι κοτύλη καὶ μέτρου τι εἶδός ἐστιν οὐ μεγάλου, ἀλλά τινος βραχέος. τίθεται δὲ καὶ ἐπὶ κοιλότητος χειρός. ὅθεν καὶ παιδιά τις παίζεται καλουμένη ἐν κοτύλῃ. Προάγεται δὲ οὕτως· περιαγαγών τις ὀπίσω τὼ χεῖρε συμπλέκει τοὺς δακτύλους. ἕτερος δέ τις εἰς τὰ κοιλώματα τῶν χειρῶν, ἅπερ εἰσὶ κοτύλαι, τὰ γόνατα ἐνθεὶς καὶ οὕτως ἀναβαλὼν ἑαυτὸν φέρεται ἔποχος, ἐπιλαβὼν τοὺς ὀφθαλμοὺς τοῦ φέροντος. εἶτα ἐν μέρει ὁ τέως φερόμενος κατελθὼν φέρει τὸν ἕτερον. καὶ ἦν αὕτη παιδιὰ ἐν κοτύλῃ. Παράγει δὲ καὶ ἡ τῆς χειρὸς κοτύλη κοτυλήρυτον ὕδωρ καὶ εἴ τι τοιοῦτον παρά γε τοῖς ἀπερίττοις τὰ εἰς χρῆσιν σκευῶν.] Τὸ δὲ ἰσχίον ὁμώνυμον. ὅλον τε γάρ φασι τὸ ἄρθρον καὶ τὸ νεῦρον τὸ πρὸς τῇ κοτύλῃ. [Καιριωτάτη δὲ λέξις καὶ τὸ ἰσχίον καὶ ἡ κοτύλη, διὸ καὶ δὶς ἔφρασεν ἐπιμονῆς λόγῳ καὶ αὐτὸ καὶ αὐτήν.] (v. 307) Τένοντες δὲ ἄλλοι οὗτοι παρὰ τοὺς ἐν τῷ ἰνίῳ καὶ ταῖς κνήμαις. (v. 308) Τραχὺς δὲ ὁ ῥηθεὶς ὑπόκειται λίθος καὶ ὡς οἷον ὀκριόεις, ἵνα δυνηθῇ δρᾶσαι τὰ εἰρημένα. [Ἰστέον δὲ ὅτι καθάπερ κίων οὐ μόνον ἀρσενικῶς, οἷον «πρὸς κίονα μακρὸν ἐρείσας», ἀλλὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
