# Commentarii ad Homeri Iliadem 2.8

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.8

ὃν ἡ κοινὴ λαλιὰ διὰ τὸ σαφέστερον κύναστρον λέγει, οὗ ἐπιτέλλοντος ἡλίῳ ἤτοι μικρόν τι προανατέλλοντος οἱ πολλοὶ γίνονται καύσωνες. διὸ καὶ οὔλιον αὐτὸν ἐρεῖ ἀλλαχοῦ. Ἀστείως δὲ καὶ προσφυῶς παρέβαλεν ὁ ποιητής. ὡς γὰρ ἐπιτέλλει ὁ κύων ἡλίῳ, ὅτε ὀλέθρια γίνεται καύματα, οὕτω καὶ Διομήδης, μικρὸς οὗτος ἀστήρ, τῷ μεγάλῳ Ἀχιλλεῖ ἐπιτέλλει, ἤτοι προανατέλλει αὐτοῦ. ὃς μετὰ μικρὸν ἀναλάμψας καὶ τὸν θυμὸν ἐκκαύσας διώξει τοὺς Τρῶας, ὡς πῦρ ἀκρίδας, καθά φησιν ἀλλαχοῦ Ὅμηρος ἐν παραβολῇ. (v. 6) Ὠκεανὸς δὲ κατὰ μὲν ἀλληγορίαν ἐστὶ κύκλος, διχάζων ἐννοηματικῶς τὴν οὐρανίαν σφαῖραν κατὰ ἰσότητα τοῦ τῆς γῆς ἐπιπέδου καὶ τέμνων διχῇ κατ' ἐπίνοιαν αὐτὴν εἴς τε τὸ ὑπὲρ γῆν καὶ εἰς τὸ ὑπὸ γῆν ἡμισφαίριον καὶ διὰ τοῦτο ὁρίζων λεγόμενος. Ἐκ τοῦ τοιούτου Ὠκεανοῦ, κύκλῳ περιειληφότος τὴν γῆν, οἱ ἀστέρες ἀνέρχονται καὶ εἰς αὐτὸν αὖθις δύονται. διὸ καὶ οὕτω καλεῖται ὡς δι' αὐτοῦ τῶν ἀστέρων ὠκὺ ἄνω γινομένων ἢ καὶ ὠκέως ἀνυόντων τὰς ἑαυτῶν κινήσεις. Ἡ δὲ ποίησις Ὠκεανὸν βούλεται εἶναι ποταμὸν περιρρέοντα κύκλῳ τὴν γῆν. Ἡ δὲ ἀληθὴς ἱστορία τὴν ἔξω θάλασσαν Ὠκεανὸν λέγει. διὰ τούτου τοῦ Ὠκεανοῦ οἱ πολλοὶ ἀνατέλλειν τοὺς ἀστέρας δοκοῦσιν, ὡς οἷον ἐγγίζοντας ἢ καὶ ψαύοντας μυθικῶς τοῦ ὕδατος. Διὸ καὶ Ὅμηρος ποιητικώτερον λελοῦσθαι ἐπὶ Ὠκεανοῦ ἀστέρα λέγει, ὡς εἴπερ εἶχε τὴν λαμπρότητα διὰ τὸ ἐκεῖ λούσασθαι, καθ'

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
