# Commentarii ad Homeri Iliadem 2.83

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.83

μένης οὐτάζον ὀρεκτόν. (v. 337) Ἀβληχρὴ δὲ χείρ ἢ ἡ ἀριστερὰ κατά τινας ἢ μᾶλλον ἡ ἀσθενὴς διὰ τὸ καὶ τὴν Ἀφροδίτην ἄναλκιν θεὸν ῥηθῆναι. Οἱ γὰρ ἀκριβέστεροι οὐ τὴν ἀριστερὰν χεῖρα τρωθῆναι τῆς Ἀφροδίτης στοχάζονται, ἀλλὰ τὴν δεξιάν, ὡς ἐν τοῖς ἑξῆς φανήσεται, ὅτε ἡ Ἀθηνᾶ καὶ ἡ Ἥρα καταπαίζουσιν αὐτῆς ὡς χειρὶ καταψώσης τὰς γυναῖκας, τῇ δεξιᾷ δηλαδή. Τὸ δὲ εἶθαρ ταὐτόν ἐστι τῷ εὐθύς, παραχθὲν ἐκεῖθεν μετὰ καὶ τροπῆς τοῦ υ εἰς ι. ποιηταῖς δὲ μόνοις καὶ ἡ λέξις αὕτη φιλεῖται. Τὸ δὲ ἀντιτορεῖν ὠνοματοπεποίηται μὲν κυρίως ἐπὶ ξύλων, ἃ τρυπῶνται τερέτρῳ. δηλοῖ δὲ τὸ ἄντην ἐτόρησε καὶ διόλου ἐτρύπησεν. ἐρεῖ δέ που ὁ ποιητὴς καὶ ὅτι κλέπτων τις οἰκίαν ἀντετόρησεν. Ἐκ δὲ τοῦ τορῶ κατὰ συγκοπὴν μὲν γίνεται τὸ τρῶ τρήσω, κατὰ παραγωγὴν δὲ τὸ τετραίνω, ὡς τρέμω τετρεμαίνω, ἐξ οὗ τὸ «τέτρηνε δ' ἄρα πάντα» ἐν Ὀδυσσείᾳ. (v. 338) [Τὸ δὲ ἀμβροσίου δύναται μὲν κολληθῆναι καὶ μετὰ τοῦ χροός, κάλλιον δὲ ἀμβροσίου πέπλου εἰπεῖν.] Τὸ δὲ «ὃν Χάριτες ἔκαμον αὐταί» ἔπαινος χαρίεντός ἐστι πέπλου ἤτοι γυναικείου ἱματίου, ὡς δῆθεν καὶ τῶν Χαρίτων ὑφαινουσῶν. Ὀπαδοὶ δὲ αὗται τῇ Ἀφροδίτῃ πλάττονται καὶ ὑπουργοί, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ. [Ἕτεραι δὲ Χάριτες αὗται ἴσως παρὰ τὰς τρεῖς, ἃς ἡ τοῦ Ἡσιόδου Θεογονία σεμνύνει, καὶ οὐκ ἀναντιρρήτως αἱ αὐταί.] Ἡ δὲ τοῦ καμεῖν λέξις ἐπὶ τεχνῶν συνήθης Ὁμήρῳ. πέπτωκε δὲ καὶ εἰς κοινολεξίαν παρὰ τοῖς ὕστερον, οἷον· ἔκαμεν ὁ δεῖνα ὅπλα, κατὰ τὸ «Ἥφαιστος κάμε

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
