# Commentarii ad Homeri Iliadem 2.86

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.86

εἶναι καὶ διὰ γοργότητα λόγου. Ἐν δὲ τῷ «οὐ πίνουσιν αἴθοπα οἶνον» προσληπτέον ὁμοίως τὸ «ἀλλὰ νέκταρ», ἵνα μὴ καὶ οἱ σκώληκες ὦσι θεοί, μήτε σῖτον ἔδοντες μήτε οἶνον πίνοντες καὶ ὄντες ἀναίμονες. Συλλογίζεται οὖν οὕτως. Οἱ θεοὶ ἀμβροσίαν καὶ νέκταρ προσφέρονται, οὐ μὴν σῖτον καὶ οἶνον. τὰ δὲ νέκταρι καὶ ἀμβροσίᾳ χρώμενα ἀθάνατά εἰσιν. οἱ θεοὶ ἄρα ἀθάνατοι. Σημείωσαι δὲ καὶ ὅτι ἐπὶ ἐγκρατευτῶν ἀνδρῶν ῥηθήσεται τὸ «οὐ γὰρ σῖτον ἔδουσιν, οὐ πίνουσιν αἴθοπα οἶνον», τὸ δ' ἑξῆς παρῳδηθήσεται, οἷον· τοὔνεκα ὀλιγαίμονές εἰσι καὶ τῇ ἀρετῇ ἀθάνατοι καλέονται. καὶ ταῦτα μὲν τοιαῦτα. (v. 340) Ὁ δὲ ἰχώρ ἀπὸ τοῦ ἴσχω κατὰ τοὺς παλαιοὺς γίνεται, ἀφ' οὗ καὶ ἡ ἰσχάς, ὁ ἰσχναίνων τὸ σῶμα ἐν τῷ ἀπορρέειν. Διό, φασί, καὶ ἐκτείνει τὴν ἄρχουσαν ὁμοίως τῷ γίγνεται γίνεται. (v. 344 s.) Ὅτι κυανέην νεφέλην ἱστᾷ περὶ τὸν Αἰνείαν ὁ Ἀπόλλων καὶ κρύπτει αὐτὸν καὶ οὕτω σῴζει δι' ἁρπαγῆς. Οὐ γὰρ μόνον φωσφόρος ὁ ἥλιος, ἀλλὰ καὶ νεφεληγερέτης διὰ τὰς ἀναθυμιάσεις, ἃς ἀνάγει, ὥσπερ οὐδὲ μόνον ἀλεξίκακος, ἀλλὰ καὶ ἀπόλλων. Οὕτω δὲ καὶ ὁ Ποσειδῶν οὐ μόνον σεισίχθων, ἀλλὰ καὶ ἀσφάλιος, ὡς ὑγρότητι συνέχων τὴν γῆν, διὸ καὶ γαιήοχος λέγεται. Φράζει δ' ἐνταῦθα Ὅμηρος οὕτω «καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο», τουτέστιν εἰρύσατο, ἐφύλαξε, «Φοῖβος Ἀπόλλων κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων» καὶ ἑξῆς, ὡς προγέγραπται. (v. 348 s.) Ὅτι θηλύφρονι ἀνδρί, ἀχρείῳ τὰ εἰς πόλεμον, ἐπιφωνηθήσεται τὸ «εἶκε πολέμοιο καὶ δηϊοτῆτος, ἢ οὐχ' ἅλις ὅτι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις», καὶ τὰ ἑξῆς. Ὅμηρος δὲ περὶ Ἀφροδίτης τοῦτό φησιν, ἥτις ὥσπερ τὴν Ἑλένην, οὕτω καὶ ἄλλας ἀπατῶσα ἐποίει ἀφραίνειν. (v. 349) Τὸ δὲ «ἢ οὐχ' ἅλις» συνίζησιν ἔχει τῶν ἐν ἀρχῇ δύο μακρῶν συλλαβῶν εἰς μίαν μακρὰν καὶ λογίζεται ἀντὶ δακτύλου

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
