# Commentarii ad Homeri Iliadem 2.97

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.97

προγόνοις ἔχουσα, ἐξήγγειλε τῷ Ἑρμῇ. ὁ δὲ χαριζόμενος τῇ Ἥρᾳ ἐξέκλεψε τὸν Ἄρην, ὅθεν φυγὼν ἧκεν εἰς Νάξον. Βούλεται δὲ παρὰ τοῖς ἀλληγοροῦσιν ἠθικῶς ὁ παλαιὸς οὗτος λόγος δεσμὸν ἔλλογον αἰνίττεσθαι τοῦ θυμοῦ, ὃν δὴ δεσμὸν πάσχει ὑπό τε τοῦ Ὤτου, ἤτοι τοῦ ἐκ μαθήσεως καὶ διδασκαλίας λόγου, τοῦ ἐξ ἀκοῆς τῆς δι' ὤτων ἐγγινομένου, καὶ ὑπὸ τοῦ ἐνδιαθέτου καὶ φύσει ἰαλλομένου καὶ ἐπιπεμπομένου ἡμῖν, ὃν ὁ Ἐφιάλτης παραδηλοῖ, ὡς ἐκεῖνον ὁ Ὦτος. ὅστις Ἄρης οὐκ ἀεὶ παρ' ἡμῖν δέδεται, ἀλλά τις ψυχικὴ διάθεσις οὐκ ἀγαθή, ὁποία καὶ μήτηρ, ἀλλὰ τρόπον τινὰ μητρυιὰ ἔγκοτος, λαθοῦσα ὑπεκκλέπτει καὶ λύει αὐτόν. οὐ γὰρ ἔστι διὰ βίου πραΰθυμον εἶναί τινα. (v. 389) Ἰστέον δὲ ὅτι τε καὶ μητρυιὸν οἱ παλαιοί φασι τὸν πατρῷον, ἀρρενωνυμοῦντες τὴν μητρυιάν, καὶ λέγει οὕτω Θεόπομπος καὶ οἱ Κωμικοὶ δὲ μάλιστα κατὰ τοὺς παλαιούς. Καὶ ὅτι τὰς μὲν ἀγαθὰς διαθέσεις καλῶς ἄν τις μητέρας ἡμῶν ἐρεῖ, τὰς δὲ μὴ τοιαύτας μητρυιάς. Οὕτω καὶ Ἡσίοδος τὰς μὲν τῶν ἡμερῶν μητέρας λέγει, τὰς χρηστὰς δηλαδή, τὰς δὲ μητρυιὰς εἶναί φησι, τὰς μὴ ἀγαθάς. καὶ Αἰσχύλος δὲ «Σαλμυδησία γνάθος» που λέγει, «ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν», ἤτοι ἐχθρὰ καὶ ὀλέθριος. [Ἀλλὰ ταῦτα μὲν σκληρότερον τέτραπται, ἀσφαλέστατα δὲ τῇ ἀπὸ μητρυιᾶς εἰκόνι ἐχρήσατο ὁ φράσας, ὅτι Πλάτων πᾶσι τοῖς Σωκράτους μαθηταῖς ἐπεφύκει μητρυιᾶς ἔχων διάθεσιν.] Ἐνταῦθα δὲ σημείωσαι περὶ τοῦ τέθριππος καὶ περὶ τοῦ μητρυιά, ὡς ἐκεῖνο μὲν ἀναλόγως ἔτρεψε τὸ ψιλὸν εἰς δασὺ διὰ τὸ δασύνεσθαι τὸ ἵππος,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
