Ancient Greek · ~5 min
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 2.98
Not analysed yet
ἐν δὲ τῷ μητρυιά τοῦτο οὐ γέγονεν, ἴσως μὲν Ἰωνικῶς, ἢ καὶ κατὰ Αἰολεῖς, οἳ καὶ τὸ ὔρχας καὶ τὸ ὔμμιν ψιλοῦσιν οἷα ψιλωτικοὶ ὄντες. Ἴσως δὲ καὶ ἵνα καθαρὸν καὶ πάντῃ ἀπαραποίητον φυλαχθῇ τὸ τῆς μητρὸς ὄνομα. τὸ δ' αὐτὸ λογιστέον καὶ ἐπὶ τοῦ πατρυιός. Ἀλλὰ τοιαύτη μὲν κατά τινας ἡ τοῦ Ἄρεος λύσις, ἣν ἀπεύχεται ὁ φρονῶν. Δύναται δὲ καὶ τὸ ἐναντίον ἤτοι τὴν ἔλλογον λύσιν τοῦ θυμοῦ ὁ μῦθος ὑπαινίττεσθαι, ἵνα, ὥσπερ λόγῳ δεσμεῖται, οὕτω καὶ λόγῳ λύηται. χρήσεται γάρ ποτε τῷ δορυφόρῳ θυμῷ ὁ βασιλεὺς νοῦς καὶ λύσει τὸν δεσμώτην τοῦτον ἐν καιρῷ ὑπὲρ νόμων καὶ ἱερῶν καὶ πατρίδος καὶ γονέων καὶ παίδων καὶ φίλων. Διὸ καὶ Ἑρμῆς, ὅ ἐστι λόγος, λύει αὐτόν. Ἔλλογος γάρ, ὡς ἔφαμεν, ἡ τοιαύτη λύσις αὐτοῦ, ὅτε καὶ ἡ μητρυιά, ἡ τῷ Ἑρμῇ τούτῳ συμπράττουσα, στάσις τις νοηθήσεται καὶ ἐρεθισμὸς εἰς θυμόν, πλὴν οὐ φαύλη, ὡς ἀνωτέρω, ἀλλὰ χρηστὴ διὰ τὸ ἐπὶ δικαίοις ἀμυντικόν. διὸ καὶ Ὅμηρος «περικαλλὴς μητρυιά» φησὶν οὐδὲν εἰπὼν περὶ αὐτῆς φορτικόν. καὶ τοιαύτη μὲν ἡ πρὸς ἦθος ἐν τούτοις ἀλληγορία. Ἄλλοι δὲ ἱστοροῦσιν ἀνδρειοτάτους γενέσθαι τοὺς τοῦ Ἀλωέως παῖδας καὶ περιγενομένους τῶν κατ' αὐτοὺς καὶ ἐκ πολέμων εἰρηνεύσαντας δῆσαι τὸν Ἄρην τούτῳ τῷ τρόπῳ φασί. καὶ οὕτω τὸν μῦθον ἱστορικῶς θεραπεύουσιν. Ἡ μέντοι Δημὼ μαθηματικῶς