# Commentarii ad Homeri Iliadem 2.99

Eustathius, Commentarii ad Homeri Iliadem, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-iliadem/2.99

ταῦτα τεθεράπευκε, λέγουσα χάλκεον μὲν κέραμον τὸν ὑπὸ τοῦ ποιητοῦ χάλκεον καλούμενον οὐρανόν, δεσμὸν δὲ Ἄρεος τρισκαιδεκάμηνον τὸ τοῦ Ἄρεος τοῦ πλάνητος ἀστέρος πάθος, τὸν λεγόμενον στηριγμόν, ὃν πάσχει γενόμενος πρὸς Καρκίνῳ καὶ Λέοντι ἐπὶ μῆνας ὀκτώ, ἔτι δὲ καὶ ἐπὶ ἑτέρους πέντε, οἳ τῇ πρώτῃ αὐτοῦ καὶ δευτέρᾳ ἀνωμαλίᾳ προσλογίζονται. Ἀλωέως δὲ παῖδας δήσαντας τὸν τοιοῦτον Ἄρην λέγει τὰ διαληφθέντα δύο θερινὰ ζῴδια, τὸν Καρκίνον καὶ τὸν Λέοντα, πρὸς οἷς ὁ ἥλιος γενόμενος τοῦ ἀλωεῖν ἐστιν αἴτιος. καὶ τοιαῦτα μὲν ταῦτα. Ὁ δὲ μῦθός φησι τοὺς μὲν Ἀλωείδας ἐν τῷ κυνηγετεῖν ἐλάφου μεταξὺ αὐτῶν ἐλθούσης προέσθαι ὡς ἐπ' αὐτὴν τὰ δοράτια καὶ τῆς μὲν ἀποτυχεῖν, ἀλλήλους δὲ βαλεῖν, ὁποῖα καὶ ἄλλα ἐγένοντο, καὶ οὕτω θανεῖν, διότι μετὰ τὸν Ἄρεος δεσμὸν καθυπερηφανευσάμενοι τὴν Ἥραν τε καὶ τὴν Ἄρτεμιν ἐβιάζοντο. Τὸν δὲ Ἄρην ὑπ' αὐτῶν δεθῆναί φησιν ὁ μῦθος, διότι αὐτὸς ἀνεῖλε τὸν τοῦ Κινύρα υἱὸν Ἄδωνιν, αὐτοῖς ὑπ' Ἀφροδίτης παρατεθέντα, καὶ ἐν τῷ Λιβάνῳ τῆς Ἀραβίας θηρολετοῦντα. (v. 385) Ὦτος δὲ τό τε κύριον, ὡς ἐρρέθη, καὶ ὄρνεόν τι παρά τε Ἀριστοτέλει καὶ ἑτέροις, ὡς δηλοῖ καὶ ὁ εἰπὼν «ὦτος, παραπλήσιον γλαυκί, ἔχων περὶ τὰ ὦτα πτερύγια. οἱ δὲ νυκτικόρακα». Αἴλιος δὲ Διονύσιος οὕτω περὶ τούτου φησὶν «ὦτος, ὄρνεον, ὃ περὶ τὰ ὦτα ἔχει πτερύγια. τοῦτο ἐπαινούμενον καὶ ἀντορχούμενον ὥσπερ ὁ νυκτικόραξ ἁλίσκεται. διὸ τοὺς χαύνους καὶ κενοδόξους ὤτους ἐκάλουν». Ἐφιάλτης δὲ οὐ μόνον κύριον, ἀλλὰ καὶ ἐπὶ πάθους ἡ λέξις κεῖται στομαχικοῦ, ὃ καὶ ἐπίαλτος

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg001.local001/.
