# Commentarii ad Homeri Odysseam 1.1.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.1.1

ΠΡΟΟΙΜΙΟΝ. Πικροὶ τὴν Ὀδύσσειαν καθὰ καὶ τὴν Ἰλιάδα εἰλήχασι λογισταὶ, καὶ μᾶλλον ταύτην ἤ περ ἐκείνην διασπαράττουσι. δίδωσι δὲ λαβὰς ἐκείνοις τὸ καὶ ἐνταῦθα πολὺ τοῦ μυθώδους. καὶ τοῦτο διαβάλλοντες ἐκεῖνοι, συνεκβάλλουσι τῷ μύθῳ καὶ τὴν ἀλήθειαν, διὰ τὸ τοῦ ψεύδους παρένθετον ὑπόπτως ἔχοντες καὶ πρὸς τὴν ἱστορίαν αὐτήν. χρὴ δὲ οὐχ' οὕτω ποιεῖν, ἀλλὰ τὸ ἔργον σκοπεῖν τῆς ποιήσεως, ἐκεῖνο εἰδότας, ὡς ἄρα νόμος τοῖς ποιηταῖς μὴ γυμνὴν τὴν ἱστορίαν ἐκτίθεσθαι, ἀλλὰ μύθοις καταπυκάζειν. ὧν τοὺς μὲν, ὑπ' ἄλλων ἤδη πλασθέντας ἀναλέγονται, τοὺς δὲ καὶ αὐτόθεν προσαναπλάττονται. δέδοται γὰρ κατὰ τοὺς τεχνογράφους τῇ ποιήσει καὶ τερατεύεσθαι, ὡς ἂν ἐκ τούτων ἡδονὴν τὲ ἅμα τοῖς ἀκροαταῖς καὶ ἔκπληξιν ἐμποιήσειεν. οὕτω τοίνυν καὶ ὁ ποιητὴς πολλαχοῦ, ὥς φασιν οἱ παλαιοὶ, τοῖς ἱστορουμένοις ὁμολογῶν, παραπλέκει καὶ μύθους. καὶ τοῖς θρυλλουμένοις ἀληθέσι, προστίθησί τι καὶ τῶν οὐκ ἀληθῶν. ἑκὼν ἑαυτῷ ἐνιστῶν τὴν τοῦ ἀδυνάτου γραφήν. καὶ οὐ πάντῃ πρὸς πλάσμα διασκευάζει καὶ μύθους, ἀλλὰ κατ' αὐτὸν φάναι, πολλὰ ψεύδεα λέγει ἐτύμοις ὁμοῖα, ὅθεν ἄν τις οὐδὲ ἴδοιτο. πολλὰ μέντοι καὶ οὐ πάντα ψεύδεται. οὐ γὰρ ἂν ἔτι ἐτύμως ὁμοῖα ἡ ποίησις φθέγγοιτο ἐὰν ψευδῆ πάντα εἴη συνείρουσα. αὐτίκα τῆς Ὀδυσσέως πλάνης τὸ πολὺ, περὶ Σικελίαν γενέσθαι καὶ Ἰταλίαν καὶ ἐπέκεινα τεθρύλληται συμφώνως τῷ ποιητῇ. καὶ τοῦτο δηλοῖ δίχα πολλῶν ἄλλων, καὶ ὁ τῆς ἱστορίας Λατῖνος, καὶ ὁ Αὔσων, οἱ ἐξ Ὀδυσσέως καὶ Κίρκης κατά τινας. οἳ καὶ τῆς ὁμωνύμου αὐτοῖς χώρας ἐκράτησαν, καὶ ἀφ' ἑαυτῶν τὰ ἔθνη ἐκάλεσαν. ὁμολογεῖ δὲ τούτοις καὶ ἡ ἐν Ἰβηρίᾳ πόλις Ὀδύσσεια. καὶ ὁ ἐν παροιμίαις Τεμέσιος ἥρως ὁ βαρύμηνις, εἷς τῶν Ὀδυσσεῖ συμπλευσάντων ἑταίρων, ἐν Τεμέσῃ τῇ Ἰταλικῇ τιμώμενος. καὶ οὕτω μὲν οὐκ ἔστιν ἀμφιβαλεῖν ὅτι ἐκεῖ τὰ πλείω πεπλάνηται Ὀδυσσεύς. ὁ δέ γε ποιητὴς, ἔστιν ἃ τῆς τοῦ Ὀδυσσέως πλάνης καὶ ἐξωκεανίζων φαίνεται, ὡς ἐν τοῖς ἑξῆς φανερῶς δειχθήσεται. φυλάττων μὲν καὶ τὰ τῆς ἱστορίας, προστιθεὶς δὲ καὶ τερατολογίαν ποιητικήν. καὶ ποιήσεως νόμῳ, τὸ ψεῦδος τῇ ἀληθείᾳ παραμιγνύς. καὶ τὰ μὲν διδάσκων, τὰ δὲ ἐκπλήττων ἢ καὶ ψυχαγωγῶν. οὕτω δὲ καὶ τὸν Αἰόλον καὶ τοὺς Κιμμερίους καὶ τὰ κατὰ τὴν Καλυψὼ ἐξ ἱστοριῶν ἀληθῶν ἐρανισάμενος ὡς δειχθήσεται, προσεπιτίθησί τι καὶ τερατολογίας. πῇ μὲν, ἐκτοπίζων τὰ ἱστορούμενα καὶ μετακινῶν αὐτὰ ἐξ ἄλλων τόπων εἰς ἄλλους. πῇ δὲ, τὰς ἰδιότητας τῶν ἱστορουμένων προσαύξων καὶ μετάγων εἰς τὸ παραδοξότερον. ἐκτοπίζων μὲν, ὡς ὅτε τοὺς Κιμμερίους τὸ ἀληθῶς βόρειον ἔθνος, εἰς τοὺς ἑσπερίους τόπους τοὺς πρὸς τῷ Αἵδῃ μετάγει ψευδῶς. καὶ τὴν τῆς Καλυψοῦς δὲ νῆσον, εἰς Ὠκεανὸν μετατίθησι. τὰς δὲ ἰδιότητας ἐπαυξάνων, ὡς ὅτε τοὺς Λαιστρυγόνας ἀγρίους ἄλλως ὄντας, αὐτὸς καὶ ἀνθρωποφαγοῦντας ποιεῖ. καὶ τὸν Αἰόλον δὲ τεχνίτην ὄντα τοῦ πλέειν, ἐγκατακλείειν τοὺς ἀνέμους φησίν. οὐ ψευδόμενος πάντῃ, ἀλλ' ὑπερβάλλων τὸ ἱστορούμενον. ψεῦδος γὰρ ἁπλῶς διόλου τῆς Ὁμήρου καταγνῶναι ποιήσεως, πάντῃ ψευδές. ψεῦδος γὰρ τοιοῦτον, οὐδ' αὐτὸς ἐρεῖ, εἴποι ἂν αὐτός. μάλα γὰρ πεπνυμένος ἐστίν. ἀκούσοι γὰρ ἂν, ὃ καὶ Ὀδυσσεὺς παρὰ τῷ Εὐμαίῳ. τί σε χρὴ τοῖον ἐόντα, μαψιδίως ψεύδεσθαι; ὡς τόγε ἄλλως μὴ μαψιδίως ἀλλ' ἐν δέοντι ψεύσασθαι, ἐπιτηδευτέον ποτὲ καὶ οὐ ψεκτέον τοῖς γε ἐχέφροσι. τὸν γοῦν Αὐτόλυκον, ὅρκῳ κεκοσμῆσθαι φησίν. ὅ ἐστι, τὸ ψευδέσιν ἐντέχνως ὅρκοις σοφίζεσθαι. καὶ αὐτὸν δὲ τὸν Ὀδυσσέα φανερῶς εἰσάγει ψευδόμενον, ἔν τε τοῖς πρὸς τὸν Εὔμαιον τὸν δοῦλον λόγοις, καὶ ἐν ἄλλοις. οὔκουν οὔτε πάντα ψευδόμενον ὑποληπτέον τὸν ποιητὴν, οὔτε μὴν πάντα φθεγγόμενον πρὸς ἀλήθειαν. ἀλλὰ τῷ ἀληθεῖ καὶ ψεύδους τι παραπλέκοντα, καθὰ καὶ τῷ Πολυβίῳ δοκεῖ ὃς τῇ τοῦ· Ὀδυσσέως πλάνῃ καθὰ καὶ τῷ Ἰλιακῷ πολέμῳ μικρά φησι τὸν ποιητὴν προσμυθεύσασθαι. καὶ ταῦτα μὲν οὕτω. Ἠθικωτέρα δὲ τῆς Ἰλιάδος κατὰ τὴν παλαιὰν ἀλήθειαν ἐστὶν ἡ Ὀδύσσεια ὅ ἐστιν, γλυκυτέρα τὲ καὶ ἀφε-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
