# Commentarii ad Homeri Odysseam 1.10.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.10.1

αὐτὸ τίθησιν ἐν τῷ ἐτῶν χρονίους ἐνιαυτούς. Ἰστέον δὲ ὅτι ἀπὸ μὲν τοῦ ἐνιαυτοῦ τὸ ἀπενιαυτίζειν γίνεται. ἀπὸ δὲ τοῦ ἔτους, ἀμφιετίζεσθαι τὸ κατ' ἔτος περιέρχεσθαι, καὶ ἐπίῤῥημα δὲ ἐντεῦθεν παρὰ τοῖς παλαιοῖς ἀμφιετεί. (Vers. 17.) Ὅτι τὸ ἐπεκλώσαντο θεοὶ, τροπικῶς ῥηθὲν ὡς ἀπὸ τῶν κλωθομένων εἱρμόν τινα σημαίνει καὶ κύκλον καὶ εἴλησίν τινα καὶ στροφὴν τῶν ἐν γενέσει πραγμάτων, οὐκ ἐχόντων μένειν ἐπὶ τοῦ αὐτοῦ. λαμβάνεται δὲ ἡ λέξις ἐπὶ ἀποβάσει πραγμάτων ἀγαθῶν καὶ μὴ τοιούτων. ἐπικλώθεσθαι γάρ τισι φαμὲν, τά τε χρηστὰ καὶ τὰ μὴ τοιαῦτα. αἱ μέντοι κατακλῶθες ἐοίκασιν ἐπὶ κακοῦ λαμβάνεσθαι. διὸ καὶ βαρείας αὐτὰς ἐπονομάζει ὁ ποιητὴς ἐν τῷ, κλῶθες τε βαρεῖαι. καὶ ὁ τοῦ Ἠξίονος δὲ τροχὸς ᾧ ἐκεῖνος κατὰ τὸν μῦθον συνδεδεμένος εἰλεῖται, τοιοῦτόν τι παραδηλοῖ. κλώσματος γὰρ στροφῇ ἔοικεν ἡ τοῦ τροχοῦ περιδίνησις. (Vers. 18.) Ὅτι δὲ καὶ μοῖρα ἡ Κλωθὼ, καὶ ὅτι ἐκεῖθεν ἡ λέξις εἴληπται, οἱ παλαιοὶ δηλοῦσιν. Ὅτι εὐφωνίαν ἐν πολλοῖς τεχνώμενος ὁ ποιητὴς, καὶ ἄλλως μὲν πολλαχοῦ τοῦτο ποιεῖ, ἔστι δὲ ὅτε καὶ διὰ προσθήκης στοιχείου ἢ ἀφαιρέσεως. προσθήκης μὲν, ὡς ἐν τῷ πλάγχθη καὶ τοῖς ὁμοίοις καθὰ προγέγραπται. ἀφαιρέσεως δὲ, ὡς ἐν τῷ πεφυγμένος ἀέθλων. πεφευγμένος γὰρ ὀφείλων εἰπεῖν, ἐξώθησε τὸ ε τῆς διφθόγγου διὰ τὸ εὐφωνότερον. οὕτω καὶ ἐκ τοῦ πεύθω πεύσω πύστης ἡ δι' ἀκοῆς μάθησις. καὶ ἐκ τοῦ κεύθω ἡ κύστης. καὶ ἐκ τοῦ ἐρεύθω, τὸ ἐρυθρὸν καὶ τὸ ἐρύθημα καὶ ἰχθὺς ὁ ἐρυθῖνος, καὶ ἐρυθρόδανον. οὕτω καὶ τὸ ἄφευκτον, ἄφυκτον λέγεται. καὶ τὸ πέπυσμαι πέπευσμαι. καὶ τὸ ψευδηρὸν, ψευδρὸν καὶ ψυδρόν. καὶ τὸ ἄπευστον ἄπυστον. καὶ ἔλευσις ἤλυσις. καὶ εὔτευκτον εὔτυκτον. καὶ τὸ τετεῦχθαι τετύχθαι. καὶ τὸ νευστάζειν νυστάζειν. οὕτω καὶ ἐκ τοῦ τεύχω τέχνη. καὶ τὸ γλυκὺ ἐκ τοῦ γλεῦκος. ὅθεν καὶ γλεῦξις κατὰ Παυσανίαν, οἶνος πολὺ ἕψημα ἔχων, ὁ νῦν φησι σίρινος. ὁ δ' αὐτὸς, καὶ σίραιον οὐδετέρως. Ἀέθλους δὲ, σεμνῶς ὁ ποιητὴς εἶπε τοὺς τοῦ Ὀδυσσέως πόνους καὶ οἷον ἀγῶνας. Ὅτι δὲ καὶ ἐπὶ ἀγωνισμάτων οἶδε τὴν λέξιν κειμένην, πολλαχοῦ φαίνεται. πρός τινα δὲ ἀντίπαλον ἦν ἀεθλεύων ὁ Ὀδυσσεύς. ἢ πάντως, πρὸς τὴν ἀντικειμένην αὐτῷ τύχην. ἐνοήθη δὲ πρός τινων τὸ ἀέθλων, καὶ ἀντὶ τοῦ μόχθων καὶ πόνων, παρὰ τὸ α στερητικὸν καὶ τὸ ἐθέλειν, οὓς οὐκ ἄν τις ἐθέλοι. (Vers. 20.) Ὅτι ἡ τοῦ Ποσειδῶνος ὀργὴ ἣν κατὰ Ὀδυσσέως τρέφει ἵνα πέλαγος μύθου πλατὺ, ἀλληγορίας κυάθῳ μετρήσωμεν, δυστυχίαν παραδηλοῖ τοῦ ἥρωος κατὰ θάλασσαν. τὰ γὰρ περὶ γῆν εὖ ἔχων τύχης, δυστυχῶς εἶχε τῶν κατὰ θάλασσαν. καὶ διατοῦτο δοκεῖ ἀσπερχὲς μενεαίνειν αὐτῷ ὁ τῆς θαλάσσης ἐπιστατῶν Ποσειδῶν. Νέστωρ μέντοι ἐπιτυχὴς τοῦ πλοῦ γενόμενος, οὐ μόνον φίλος Ποσειδῶνος λέγεται, ἀλλὰ καὶ εἰς συγγένειαν αὐτῷ εἰσποιεῖται παρὰ τοῖς ποιηταῖς οἷα σχὼν εὐτυχῶς ὡς εἴρηται τὰ εἰς πλοῦν, ὡς ἐν τῇ γάμμα ῥαψῳδίᾳ ἱστορεῖται. Ἀσπερχὲς δὲ, κατ' ἐπίτασιν τὸ πολυσπερχὲς καὶ ἐντρεχὲς καὶ πολυσπούδαστον. Σοφοκλῆς δὲ αὐτὸ περισπερχὲς λέγει. οὗ ἀρσενικὸν ὁ περισπερχής. καὶ θηλυκὸν ἡ περισπέρχεια. ἐντεῦθεν δὲ καὶ ὁ Πολυσπέρχων κύριον στρατηγοῦ ὄνομα. (Vers. 21.) Ὅτι παρασημειοῦνται οἱ παλαιοὶ τὸν ποιητὴν ἐν μὲν Ἰλιάδι πολλαῖς ἐπαναλήψεσι χρήσασθαι. ἐνταῦθα δὲ, μιᾷ τῇ κατὰ τοὺς Αἰθίοπας. ἐν ᾗ φησὶν ὅτι Αἰθίοπας μετεκίαθε τηλόθ' ἐόντας. Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν ἤγουν ἀνθρώπων ὡς προδεδήλωται. ὃ φαίνεται καὶ ἐν τῷ, πατὴρ ἀνδρῶν τε θεῶν τε. χρῆται δὲ τῇ ἐπαναλήψει ἐνταῦθα, εἰς σύστασιν τοῦ ἔθνους. δεικνύων πάνυ πολλὴν ὡς ῥηθήσεται γῆν ἐπέχειν αὐτούς. (Vers. 23.) Ἔστι δὲ τὸ μὲν διχθὰ καθὰ καὶ ἐν Ἰλιάδι τὸ τριχθὰ καὶ τετραχθὰ, Δωρικόν. Δωριέων γὰρ, ἡ τοῦ θῆτα ἐν τούτοις ἐπένθεσις. ὡς καὶ ἐν τῷ πονῷ πονήσω πεπόνηκα πέπονα καὶ πλεονασμῷ πέπονθα, πρός τινα ὁμοιότητα τοῦ πέποιθα. οὕτω δὲ καὶ ἐν τῷ μαλακὸς μαλθακός. καὶ χαμαλὴ χθαμαλή. τινῶν δὲ εἰπόντων τὸ αὐτὸ γίνεσθαι καὶ ἐν τῷ ἦσθα, ὁ Ἡρακλείδης οὐκ ἀκούει. δοκεῖ δὲ καὶ ἐκ τοῦ ἔχειν ὅ πέρ ἐστιν ἐξέχειν, κοινῶν μὲν, γενέσθαι ἡ καρυστία ὄχη. πρὸς διαστολὴν δὲ Δωρικῶς, ἡ τοῦ ποταμοῦ ὄχθη καὶ ἐξ αὐτῆς ὄχθος. ἴσως δὲ, καὶ ὁ μόχθος. ὡς ἐκ τοῦ ὀχλεῖν ὁ μοχλός. ὁμοίως καὶ ἐκ τοῦ ἄχος, τὸ ἄχθος καὶ τὰ ἐξ αὐτοῦ. καὶ ἐκ τῆς ὀχῆς δὲ ὅ ἐστι τροφῆς, ὁ παρὰ Ἡσιόδῳ εὐοχθέων. αὐτὸ δὲ, καὶ ἐκ τοῦ ὄχθου γίνοιτο ἄν. καὶ τοιάδε μὲν καὶ ταῦτα. (Vers. 24.) Τὸ δὲ ἔσχατοι ἀνδρῶν, ἐφερμηνευτικόν ἐστι τοῦ, τηλόθι ἐόντας. ὥσπερ πάλιν καὶ τὸ, οἱ μὲν δυσομένου ἡλίου, οἱ δὲ ἀνιόντος, διασαφητικόν ἐστι τὸ διχθὰ μεμερίσθαι αὐτούς. Τὸ δὲ νήσῳ ἐν ἀμφιρύτῃ, νῆσος δενδρήεσσα, οὐκ ἐπανάληψις εἶναι δοκεῖ, διότι οὐχ' ὁμοιοπτώτως ἔχει. τὰ γὰρ διὰ μιᾶς λέξεως ἐπαναλαμβανόμενα ταυτότητα δοκεῖ πτώσεως φυλάττειν. καί τοι ἐν τῇ Ἰλιάδι πολλαὶ ἦσαν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
