# Commentarii ad Homeri Odysseam 1.100.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.100.1

πάλῳ ληροῦντας. ἐν τούτοις δὲ διὰ τὴν τοῦ θυμοῦ διπλόην, ἐνθυμητέον καὶ τὸ, ἀνεθυμιᾶτο πάλιν τὸ προϋπάρχον μῖσος, ἤγουν ἀνενεοῦτο. ἴσως μὲν ῥηθὲν ὡς ἀπὸ θυμοῦ τοῦ κατὰ τὴν ὀργήν. μάλιστα δὲ, ληφθὲν ἀντὶ τοῦ, ἐκ δευτέρου εἰς ψυχὴν ἤρχετο. ἐπειδὴ καὶ δευτέρωμά ἐστιν ὅτε, ἡ ἀνα πρόθεσις δηλοῖ. Τὸ δὲ ἀκούων πυνθάνομαι, ἀντιστρόφως εἶπεν ἀντὶ τοῦ, πυνθανόμενος ἀκούω. (Vers. 316.) Τὸ δὲ πειρήσω, ἔχει καὶ παθητικὴν κίνησιν ἐν ἄλλοις παρὰ τῷ ποιητῇ, ὡς πολλαχοῦ δηλοῦται. Τὸ δὲ ἐπὶ κῆρας ἰήλω, ἀντὶ τοῦ ἐπιβαλῶ. ἐπιπέμψω θάνατον. θυμοῦ δὲ προβολὴ ὁ λόγος οὗτος Τηλεμάχῳ. πλευσεῖται μὲν γὰρ εἰς Πύλον, οὐ πειράσεται δέ τι τοιοῦτον. οἷα διὰ μόνην πλεύσας πατρὸς ἀκουὴν, οὐ μὲν ὥστε βλάψαι ἠὲ Πύλον δ' ἐλθὼν ἢ αὐτοῦ τῷ δ' ἐνὶ δήμῳ. (Vers. 317.) Ἔνθα καὶ ὅρα τὸ, τῷ δ' ἐνὶ δήμῳ, πρὸς σαφήνειαν ῥηθὲν τοῦ αὐτοῦ, ὅπερ ἐστὶ χρονικὸν ἐπίῤῥημα παθὸν ἔλλειψιν. ἔστι γὰρ τὸ αὐτοῦ, ἀντὶ τοῦ, ἐπὶ τούτου τοῦ χώρου ἢ τοῦ τόπου ἢ τοῦ δήμου. τούτοις δὲ ταυτόν ἐστι τὸ, τῷ δ' ἐνὶ δήμῳ. ὅμοιον γὰρ, εἰπεῖν ἐπ' αὐτοῦ τοῦ δήμου καὶ ἐν τούτῳ τῷ δήμῳ. (Vers. 319.) Ὅτι ἔμπορον ὁ ποιητὴς, τὸν ἀλλοτρίας νηὸς ἐπιβαίνοντα λέγει ὡς αὐτὸς ἑρμηνεύει, εἰπών. εἶμι ἔμπορος. οὐ γὰρ νηὸς ἐπήβολος οὐδ' ἐρετάων γίνομαι. τοῦτον δὲ οἱ μεθ' Ὅμηρον, ἐπιβάτην φασίν. ὡς ἐμπόρου παρ' αὐτοῖς λεγομένου, τοῦ μεταβολέως καὶ ὡς εἰπεῖν πραγματευτοῦ. καὶ μάλιστα τοῦ διὰ θαλάσσης περῶντος. παρὰ τὸν πόρον. καὶ τοιοῦτος μὲν ὁ παρ' Ὁμήρῳ ἔμπορος καὶ ὁ παρὰ τοῖς μεθ' Ὅμηρον ἐπιβάτης. Ἀττικοὶ δὲ τοὺς ἐν ταῖς τριήρεσι κωπηλάτας ἐπικώπους λέγοντες, ἐπιβάτας καλοῦσι τοὺς μαχητάς. Ἰστέον δὲ ὅτι ἀπορίαν ἔχει πῶς δή ποτε ὁ μὲν ἔμπορας καὶ ὁ μεγαλέμπορος προπαροξύνονται τῆς ὀξείας τοῦ πόρος ἀναστελλουμένης ἐν αὐτοῖς ὥς που φράζει ὁ Τρύφων, ὁ δὲ λογεμπόρος παρὰ τοῖς ὕστρον, κατεβίβασε τὸν τόνον εἰς τὴν παραλήγουσαν. ὅμοιον δὲ εἰς ἀπορίαν, καὶ τὸ ἤπιος ὀξυνθὲν ἐν τῷ Ἀσκληπιός. ἐκ τοῦ ἠπίου γὰρ ἔγνωσται συγκεῖσθαι ὁ ἀσκληπιός. ἀπορηθήσεται δὲ τὰ εἰς τόνον, καὶ τὸ γαῦρος εἰ ἐκ βαρυτόνου, ὀξύνεται μετὰ σύνθεσιν ἐν τῷ ἀγαυρός. ἔτι δὲ καὶ τὸ ἁβρὸς, εἴπερ ἐκ τοῦ α στερητικοῦ καὶ τοῦ βάρος βαρυτόνου, δασυνθὲν Ἀττικῶς καὶ συγκοπὲν, ὠξυτονήθη. ἴσως δὲ καὶ τὸ ἀμυδρὸς, διὰ τὸ μύδρος. οὕτω δὲ καὶ τὸ ἀθρόος, διατὶ μὴ ἐξ ὀξείας καὶ βαρείας ἀθροῦς γέγονε, περισπασθὲν ὡς διπλόος διπλοῦς, ἀλλὰ ἄθρους. καθ' ὅμοιον δὲ λόγον καὶ διατί μὴ ἐκ τοῦ ὄϊς ὄϊος, τὸ συναίρεμα τῆς γενικῆς οἶος γέγονεν ὡς λάαος λᾶος, οἷον, λᾶος ὑπαὶ ῥιπῆς, ἀλλὰ οἰός. ὁμοίως καὶ διατὶ ὁ μωρὸς ὀξύνεται καὶ μὴ ἐκ τοῦ μὴ ὁρᾶν γινόμενος μήορος κατὰ κράσιν συνήθη, προπερισπᾶται ὡς τὸ μήαλλον μᾶλλον, ἀλλὰ ὀξύνεται. καὶ τὸ τετράορον δὲ τέτρωρον, εἵλοντό τινες προπερισπᾶν, διὰ τὴν ἐν τῷ ἁπλῷ τῆς παραληγούσης ὀξεῖαν καὶ τὴν ἐφεξῆς βαρεῖαν. Τούτων οὕτως ἠπορημένων, τὸ μὲν τέτρωρον, ἐκνικᾷ προπαροξύνεσθαι καὶ μετὰ κράσιν, διὰ τὴν ἀναγωγὸν τοῦ τόνου σύνθεσιν. τὸ δὲ μωρὸς, πάλαι ποτὲ ὀρθῶς εἶχε τοῦ προπερισπᾶσθαι. ὡς τὸ, ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας. καὶ τὸ, ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι. ὕστερον δὲ, συνεξέδραμε τῷ πυλωρὸς θυρωρὸς καὶ τοῖς ὁμοίοις. ὡς καὶ τὸ ἀγαυρὸς καὶ ἁβρὸς καὶ ἀμυδρὸς, τῷ ἀφαυρός. ἀμαυρός. ἀγρός. ἁδρός. καὶ εἴπου τι ἕτερον τοιοῦτον καθὰ καὶ πρὸ ὀλίγου ἐῤῥέθη. τὸ δὲ ὄϊος οἰὸς, ὠξυτονήθη ὡς ὀκνῆσαν περισπασθῆναι, ἵνα μὴ συνεκδράμῃ τῷ οἶος ὁ μόνος. περὶ δέ γε τοῦ ἀθρόος, προείρηται μὲν ἐν τῇ α ῥαψῳδίᾳ. ἔστι δὲ καὶ νῦν εἰπεῖν ὡς οὐκ εὐλόγως παροξυνθὲν ἐν τῇ ἁπλότητι, ὤφειλε γὰρ ὡς ἄλλως σύνθετον παροξύνεσθαι, εἰκότως μετὰ τὴν κράσιν βαρύνεται ὡς τὸ χειμάῤῥους, ἵνα ᾖ ὡς χειμάῤῥοος χειμάῤῥους, οὕτως ἀθρόος ἄθρους. καὶ ἀπολάβῃ ἐν γοῦν τῇ συναιρέσει, τὴν ὀφειλομένην ὀξεῖαν τῇ ἀρχούσῃ πρὸ συναιρέσεως. τὸν δὲ παραλόγως ὀξύνεσθαι δοκοῦντα Ἀσκληπιὸν, ὁ Δημοσθένης ἐθεράπευσεν, Ἀσκλήπιον προπαροξυτόνως τολμήσας προφέρειν αὐτὸν ὡς καὶ Πλούταρχος ἱστορεῖ. καὶ οὕτω μὲν ταῦτα. τὸ δὲ λογεμπόρος διατί παροξύνεται καὶ μὴ πρὸ δύο συλλαβῶν ἔχει τὴν ὀξεῖαν κατὰ τὸ συνέμπορος καὶ μεγαλέμπορος, λύσῃ ἂν ἕτερός τις εὖ εἰδὼς ἢ κατὰ Δημοσθένην ἢ καί πως ἑτέρως. τοῦ δὲ κοινότερον λεγομένου ἐμπόρου, χρῆσις καὶ παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, στώακας ἐμπόρους λήρου λόγων καὶ παιδοπίπας. ἔνθα στώακες μὲν ὑποκοριστικῶς, οἱ στωϊκοί. παιδοπίπαι δὲ, οὓς ἀγρίους ἔφη σεμνότερον ὁ κωμικός. σύγκειται δὲ ἡ λέξις, πρὸς ὁμοιότητα τοῦ παρθενοπίπα, ὃ κεῖται ἐν τῇ Ἰλιάδι. Ἐπήβολος δὲ, οὐ ποιητικὴ λέξις, ἀλλὰ Ἀττικὴ κατὰ τοὺς παλαιούς. οἳ καὶ προφέρουσι. Σοφοκλῆς. εἴθ' εὖ φρονήσαντ' ἐσίδοιμι φρενῶν ἐπήβολον καλῶν σε. Πλάτων ἐν πρώτῳ νόμων.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
