# Commentarii ad Homeri Odysseam 1.101.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.101.1

ἐπήβολον γεγονότα ὥστε τυχεῖν τῆς καλλίστης παιδείας. Ξενοφῶν ἐν τετάρτῳ Παιδείας. γίνονται κατὰ νόμον ἐπήβολοι. Ὑπερίδης κατὰ Δημάδου. μή τε πόλεως μήτε πολιτείας ἐπηβόλους γενέσθαι. Ἄρχιππος. ἐγενόμην χρημάτων ἐπήβολος. καὶ οὕτω μὲν οἱ παλαιοί. παρὰ δὲ τοῖς ὕστερον, ἡ λέξις ἠμέληται. γίνεται δὲ παρὰ τὸ βάλλειν τὸ τυγχάνειν σκοποῦ, βόλος, ἤβολος, καὶ ἐπήβολος ὁ ἐπιτυχής. ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη οὐ πρὸ πολλῶν. ἕτεροι δέ φασιν οὕτως. ἐπήβολος, ἐπιτυχής. ἐγκρατής. ἀπὸ τῆς βουλῆς ἢ βολῆς καὶ τοῦ βάλλειν. Πορφύριος δὲ μάλιστα τὴν ἐτυμότητα παρέδειξε τοῦ τοιούτου ὀνόματος. δοκεῖ δὲ ἀπὸ τοῦ ἐπιτυχῶς βάλλειν, οὐ μόνον ὁ ἐπήβολος παρῆχθαι, ἀλλὰ καὶ ὁ βελτίων, ἔτι δὲ καὶ ἀβέλτερος ὁ ἀνόητος φασὶ καὶ εὐήθης μετὰ χαυνότητος. (Vers. 321.) Ὅτι σχῆμα ἀμφιβολίας τὸ, ἐκ χειρὸς χεῖρα σπάσεν Ἀντινόοιο ῥεῖα. ἄδηλον γὰρ εἴτε τὴν ἑαυτοῦ ὁ Τηλέμαχος χεῖρα τῆς Ἀντινόου ἐξέσπασεν, εἴτε ἀνάπαλιν. διατί δὲ ἐξέσπασεν; ἢ διότι γελῶν ὁ Ἀντίνοος ἐδεξιώσατο ἐμφὺς τῇ τοῦ Τηλεμάχου χειρὶ ὡς προείρηται, ἢ καὶ ὡς δεδιὼς μὴ ἐπιβούλως ἅπτηται τῆς χειρός. Τὸ δὲ ῥεῖα, τὴν τοῦ νεανίου ἐμφαίνει ῥωμαλεώτητα. Σημείωσαι δὲ ὅτι καὶ ἐν Ἰλιάδι, ἐκ χειρῶν, ἀμφιβολίας γίνεται σχῆμα. ἐν τῷ, χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου. ἔνθα οὐ σαφὲς εἴτε τὰς ἑαυτοῦ χεῖρας ὁ Ἀχιλλεὺς τοῖς τοῦ Πατρόκλου ἐπέθετο στήθεσιν, εἴτε καὶ ἀνάπαλιν τὰς ἐκείνου τοῖς ἑαυτοῦ. (Vers. 323.) Ὅτι δηλωτικὸν ὕβρεως τὸ, οἵ δ' ἐπελώβευον καὶ κερτόμεον ἐπέεσσιν. ἔστι δὲ λώβη, ἡ ἐν κοινῷ ὕβρις, οἱονεὶ λαόβη, ἡ μέσον λαοῦ ἐπεμβαίνουσά τινι. ἢ παρὰ τὸ λώπιον, ἡ μετὰ ἔκδυσιν ἐπαγομένη γυμνῷ τινι. (Vers. 324.) Ὅτι μερίζει ὡς ἐν ἠθοποΐᾳ κατὰ προσωπικὴν ἀοριστίαν ὁ ποιητὴς τοὺς μνηστῆρας. καὶ τοὺς μέν τινας ποιεῖ δεδιότας, καὶ λέγοντας. ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει. ἢ ἐκ Πύλου ἀγαγὼν ἀμύντορας, ἢ καὶ Σπάρτηθεν, ἐπειδή περ ἵεται αἰνῶς. ἢ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν ἐλθεῖν, ὄφρ' ἔνθεν θυμοφθόρα φάρμακ' ἐνείκῃ, ὅ ἐστιν ἐνέγκῃ. ἐν δὲ βάλῃ κρητῆρι, καὶ ἡμέας πάντας ὀλέσσῃ. (Vers. 331.) Ἑτέρους δὲ, θαρσαλεώτερον διακειμένους πλάττει, ἐν τῷ λέγειν. τίς δ' οἶδεν εἰ καὶ αὐτὸς πλεύσας, τῆλε φίλων ἀπόληται ἀλώμενος ὥσπερ Ὀδυσσεύς. (Vers. 334.) Εἶτα ποιεῖ αὐτοὺς προστιθέντας καί τι ἀστεῖον. ὡς οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν. τίς δὲ ὁ πόνος; κτήματα γάρ κεν πάντα δασαίμεθα. οἰκία δ' αὖτε, τούτου μητέρι δοῖμεν ἔχειν, ἠδ' ὅς τις ὀπυίει. (Vers. 335.) Καὶ ὅρα ὅπως δωμάτων μόνον παραχωρῆσαι θέλουσιν μνηστῆρες τῇ Πηνελόπῃ, ὅτι μὴ καὶ αὐτὰ εἰλαπινάσαι δύνανται. Σημείωσαι δὲ καὶ ὅτι δεξιώτατα ὁ ποιητὴς ὑποβάλλει τῷ ἀκροατῇ ἐπινοεῖν ὕλην γραφῆς. καὶ λογίσασθαι, ὡς ἐνῆν τῷ ποιητῇ πλάσασθαι, τὸν Τηλέμαχον ἐκ Πύλου λαβεῖν τὰ πρὸς ἄμυναν. ἢ ἀπὸ Σπάρτης. ἢ καὶ ἀπὸ Ἐφύρης τῆς προϊστορηθείσης, τῆς διὰ Μήδειαν πολυφαρμάκου ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος. ἀφῆκε δὲ τὰ τοιαῦτα, τὸ δυσκατεργαστότερον ἐπιλεξάμενος. ἐπεὶ μὴ δὲ εἶχεν ἀπὸ τῆς ἱστορίας ἐνδεδομένον τοιοῦτόν τι συμπλάσαι. Ὅρα δὲ καὶ οἷον οἱ κακοί. ἐν φόβοις ἀεὶ ὄντες, καὶ ἀνειδωλοποιούμενοι τὰ δεινά. Τὸ δὲ ἵεται αἰνῶς, σεμνότερον εἴρηται. ὡς ἶσον τῷ, ὁρμαίνει. δέον ὂν εἰπεῖν, χολοῦται ἢ μαίνεται ἤ τι τοιοῦτον. Ἐφύρην δέ φασι, τὴν ἐν Θεσπρωτίᾳ λέγει. οὐχ' ὡς ἔνιοι τὴν Κόρινθον. ἐκείνη γὰρ καὶ μετωνομάσθη φασὶ Κίχυρος. Εἰς δὲ τὸ πίειρα, ἔστιν εἰπεῖν ὡς καὶ ἡ ῥηθεῖσα Ἐφύρη πολλὰ μὲν φύει λυγρὰ, τὰ θυμοφθόρα δηλαδὴ φάρμακα, πολλὰ δὲ καὶ ἐσθλὰ, ἐξ ὧν δηλαδὴ ἔζων οἱ ἐκεῖ. Θυμοφθόρα δὲ, τὰ φθαρτικὰ λογισμοῦ κατὰ τοὺς παλαιοὺς καὶ ἀναιρετικά. (Vers. 334.) Τὸ δὲ ὀφέλλειεν ἀόριστος πρῶτος ἐστὶν εὐκτικὸς τοῦ ὤφελα. καθ' ὁμοιότητα τοῦ τύψειε ποιήσειε καὶ τῶν ὁμοίων. Πόνον δὲ, εἰρωνικῶς τὴν ἐνέργειαν λέγει, ἤτοι τὸ κατὰ τὴν μνηστείαν ἔργον. ὡς εἴ τις ἐν τρυφῇ ἀκκιζόμενος, μόχθον εἴπῃ τὸ τρυφᾶν, ᾧ χαίρειν μάλιστα οἶδεν ἀπόνως αὐτός. καὶ ἄλλως δὲ, ὁ πόνος οὗτος, τὸν πολὺν βίοτον ἐμφαίνει τοῦ Ὀδυσσέως. ὃν δάσασθαι, δύσεργον ἂν τοῖς ἐριστικοῖς μνηστῆρσι γένοιτο καὶ ὡς αὐτοί φασι, πόνος ηὐξημένος. Ἰστέον δὲ ὅτι καὶ τὸ ἀλεγύνεται δαῖτας, τοιούτου πόνου ἐστὶν ἐνδεικτικὸν, εἴπερ ἐκ τοῦ ἀλεγύνειν τὸ ἄλγος γίνεται, ὅπερ ἐστὶ πόνος. Τὸ δὲ δοῖμεν, ἀποβολῇ τοῦ μ τὸ δοῖεν γεννᾷ. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. (Vers. 337.) Ὅτι θάλαμος ἦν ὑψόροφος τῷ Ὀδυσσεῖ εὐρὺς, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο. ἐσθής τ' ἐν χηλοῖσιν, ἅλις τ' εὐῶδες ἔλαιον. ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο ἔστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες. (Vers. 341.) Καὶ ὅρα ἔπαινον ἀγαθοῦ οἴνου. ἵσταντο δὲ ἑξείης ποτὶ τοῖχον ἀρηρότες, ἵνα τὸ μέσον τοῦ θαλάμου εἴη ἄλλως χρήσι-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
